Athenagoras, Plea for the Christians 36
Who, having believed in a resurrection of bodies, would provide a grave for himself? It is inconsistent to be persuaded that our bodies will rise and yet treat them as if they will not—eating them, thinking the earth will return its own dead, which someone buried for himself, without demanding them back. On the contrary, those who expect no account of the life here, whether bad or good, and who do not think there is a resurrection, will likely perish together with body and soul, being as it were extinguished, and will abstain from no daring act. But for those convinced that nothing will go unexamined before God, and that the body which served the soul's irrational impulses and desires will be punished together with it, no one has any excuse, nor will they commit even the smallest sin. If the restoration of a rotten, dissolved, and vanished body seems like sheer nonsense to someone, we would not reasonably be accused of wickedness, but of simplicity, since we deceive no one with our words, for we wrong no one. That bodies will rise not only according to us but also according to many philosophers is superfluous to demonstrate at present, lest we seem to introduce extraneous arguments—whether when speaking about intelligible and sensible things and their composition, or that bodiless things are older than bodies and intelligible things precede sensible ones, and even if we first encounter sensible things, they are composed of bodiless things according to the synthesis of intelligible bodies, and sensible things from intelligible ones; for according to Pythagoras and Plato, after the dissolution of bodies, the elements from which they were originally composed can be composed again from the same things. But let the discussion about the resurrection be set aside.
Greek
Τίς ἂν οὖν ἀνάστασιν πεπιστευκὼς ἐπὶ σώμασιν ἀναστησομένοις ἑαυτὸν παράσχοι τάφον; Οὐ γὰρ τῶν αὐτῶν καὶ ἀναστήσεσθαι ἡμῶν πεπεῖσθαι τὰ σώματα καὶ ἐσθίειν αὐτὰ ὡς οὐκ ἀναστησόμενα, καὶ ἀποδώσειν μὲν νομίζειν τὴν γῆν τοὺς ἰδίους νεκρούς, οὓς δέ τις αὐτὸς ἐγκατέθαψεν αὐτῷ μήτε ἀπαιτηθήσεσθαι. Τοὐναντίον μὲν οὖν εἰκὸς τοὺς μὲν μήτε λόγον ὑφέξειν τοῦ ἐνταῦθα ἢ πονηροῦ ἢ χρηστοῦ βίου μήτε ἀνάστασιν εἶναι οἰομένους, συναπόλλυσθαι δὲ τῷ σώματι καὶ τὴν ψυχὴν καὶ οἷον ἐναποσβέννυσθαι λογιζομένους, μηδενὸς ἂν ἀποσχέσθαι τολμήματος· τοὺς δὲ μηδὲν ἀνεξέταστον ἔσεσθαι παρὰ τῷ θεῷ, συγκολασθήσεσθαι δὲ καὶ τὸ ὑπουργῆσαν σῶμα ταῖς ἀλόγοις ὁρμαῖς τῆς ψυχῆς καὶ ἐπιθυμίαις πεπεισμένους, οὐδεὶς λόγος ἔχει οὐδὲ τῶν βραχυτάτων τι ἁμαρτεῖν. Εἰ δέ τῳ λῆρος πολὺς δοκεῖ, τὸ σαπὲν καὶ διαλυθὲν καὶ ἀφανισθὲν σῶμα συστῆναι πάλιν, κακίας μὲν οὐκ ἂν εἰκότως δόξαν ἀποφεροίμεθα διὰ τοὺς οὐ πιστεύοντας ἀλλ᾿ εὐηθείας· οἷς γὰρ ἀπατῶμεν ἑαυτοὺς λόγοις ἀδικοῦμεν οὐδένα. Ὅτι μέντοι οὐ καθ᾿ ἡμᾶς μόνον ἀναστήσεται τὰ σώματα, ἀλλὰ καὶ κατὰ πολλοὺς τῶν φιλοσόφων, περίεργον ἐπὶ τοῦ παρόντος δεικνύειν, ἵνα μὴ ἐξαγωνίους τοῖς προκειμένοις ἐπεισάγειν δοκῶμεν λόγους, ἢ περὶ νοητῶν καὶ αἰσθητῶν καὶ τῆς τούτων συστάσεως λέγοντες, ἢ ὅτι πρεσβύτερα τὰ ἀσώματα τῶν σωμάτων καὶ τὰ νοητὰ προάγει τῶν αἰσθητῶν, κἂν πρώτοις περιπίπτωμεν τοῖς αἰσθητοῖς, συνισταμένων ἐκ μὲν τῶν ἀσωμάτων κατὰ τὴν ἐπισύνθεσιν τῶν νοητῶν σωμάτων, ἐκ δὲ τῶν νοητῶν τῶν αἰσθητῶν· οὐ γὰρ κωλύει κατὰ τὸν Πυθαγόραν καὶ τὸν Πλάτωνα, γενομένης τῆς διαλύσεως τῶν σωμάτων, ἐξ ὧν τὴν ἀρχὴν συνέστη ἀπὸ τῶν αὐτῶν αὐτὰ καὶ πάλιν συστῆναι. Ἀλλ᾿ ἀνακείσθω μὲν ὁ περὶ τῆς ἀναστάσεως λόγος.