Spirit and Prophecy

Athenagoras, Plea for the Christians 7

Athenagoras · fl. c. 177 AD

Nearly everyone agrees, even against their will, that a single divine principle underlies the origins of all things; we insist that the One who ordered the whole world is this God. Why, then, are others free to speak and write about the divine as they please, while we who both understand and rightly believe are bound by a law to demonstrate by signs of truth and reason that one God exists? Poets and philosophers, like everyone else, approached these matters thoughtfully. Moved by a kinship with the breath from God, each one's own soul stirred them to seek and, if possible, find and grasp the truth. Yet they only managed to speculate; they never found it, because they did not ask to learn about God from God but from themselves. Consequently, each one dogmatized differently about God, matter, forms, and the world. We, however, have prophets as witnesses to what we understand and believe. Inspired by the divine Spirit, they proclaimed the truth about God and the things of God. You yourselves would say the same: surpassing others in understanding and in reverence for the truly divine, you would call it irrational to abandon faith in the Spirit from God, who moved the prophets' mouths like instruments, and instead pay attention to human opinions.

Greek

Ὅταν οὖν τὸ μὲν εἷναι ἓν τὸ θεῖον ὡς ἐπὶ τὸ πλεῖστον κἂν μὴ θέλωσι τοῖς πᾶσι συμφωνῆται ἐπὶ τὰς ἀρχὰς τῶν ὅλων παραγινομένοις, ἡμεῖς δὲ κρατύνωμεν τὸν διακοσμήσαντα τὸ πᾶν τοῦτο τοῦτον εἶναι τὸν θεόν, τίς ἡ αἰτία τοῖς μὲν ἐπ᾿ ἀδείας ἐξεῖναι καὶ λέγειν καὶ γράφειν περὶ τοῦ θείου ἃ θέλουσιν, ἐφ᾿ ἡμῖν δὲ κεῖσθαι νόμον, οἵ ἔχομεν ὅ τι καὶ νοοῦμεν καὶ ὀρθῶς πεπιστεύκαμεν, ἕνα θεὸν εἶναι, ἀληθείας σημείοις καὶ λόγοις παραστῆσαι; Ποιηταὶ μὲν γὰρ καὶ φιλόσοφοι, ὡς καὶ τοῖς ἄλλοις, ἐπέβαλον στοχαστικῶς, κινηθέντες μὲν κατὰ συμπάθειαν τῆς παρὰ τοῦ θεοῦ πνοῆς ὑπὸ τῆς αὐτὸς αὐτοῦ ψυχῆς ἕκαστος ζητῆσαι, εἰ δυνατὸς εὑρεῖν καὶ νοῆσαι τὴν ἀλήθειαν· τοσοῦτον δὲ δυνηθέντες ὅσον περινοῆσαι οὐχ εὕρηνται, ὡς οὐ παρὰ θεοῦ περὶ θεοῦ ἀξιώσαντες μαθεῖν ἀλλὰ παρ᾿ αὐτοῦ ἕκαστος· διὸ καὶ ἄλλος ἄλλως ἐδογμάτισεν αὐτῶν καὶ περὶ θεοῦ καὶ περὶ ὕλης καὶ περὶ εἰδῶν καὶ περὶ κόσμου. Ἡμεῖς δὲ ὧν νοοῦμεν καὶ πεπιστεύκαμεν ἔχομεν προφήτας μάρτυρας, οἵ πνεύματι ἐνθέῳ ἐκπεφωνήκασι καὶ περὶ τοῦ θεοῦ καὶ περὶ τῶν τοῦ θεοῦ. Εἴποιτε δ᾿ ἂν καὶ ὑμεῖς, συνέσει καὶ τῇ περὶ τὸ ὄντως θεῖον εὐσεβείᾳ τοὺς ἄλλους προὔχοντες, ὡς ἔστιν ἄλογον παραλιπόντας πιστεύειν τῷ παρὰ τοῦ θεοῦ πνεύματι, ὡς ὄργανα κεκινηκότι τὰ τῶν προφητῶν στόματα, προσέχειν δόξαις ἀνθρωπίναις.

Report a mistake in this passage