Theophilus of Antioch, To Autolycus 5
Just as the human soul remains unseen — invisible to human eyes — yet becomes known through the body's movement, so God cannot be seen by mortal sight but is seen and known through his providence and works. Consider a ship at sea, fully equipped and sailing into port: anyone who watches it understands at once that a helmsman must be aboard steering it. In the same way we must recognize God as the helmsman of all things, even though fleshly eyes cannot perceive him because he is incorporeal. If a human being cannot even stare at the sun, a mere element, because of its overwhelming heat and power, how much less can a mortal face the unspeakable glory of God? Picture a pomegranate: its rind encloses many seeds and compartments divided by membranes, each seed dwelling inside. So all creation is wrapped in the Spirit of God, and the Spirit that wraps creation is itself held in the hand of God. Just as a seed inside the rind cannot see what lies outside, a human being, enclosed with all creation by God's hand, cannot see God. An earthly king is believed to exist even when not seen by everyone; his laws, decrees, authorities, powers, and images make him known. Why then do you refuse to know God through his works and powers?
Greek
Καθάπερ γὰρ ψυχὴ ἐν ἀνθρώπῳ οὐ βλέπεται, ἀόρατος οὖσα ἀνθρώποις, διὰ δὲ τῆς κινήσεως τοῦ σώματος νοεῖται ἡ ψυχή, οὕτως ἔχοι ἂν καὶ τὸν θεὸν μὴ δύνασθαι ὁραθῆναι ὑπὸ ὀφθαλμῶν ἀνθρωπίνων, διὰ δὲ τῆς προνοίας καὶ τῶν ἔργων αὐτοῦ βλέπεται καὶ νοεῖται. Ὃν τρόπον γὰρ καὶ πλοῖον θεασάμενός τις ἐν θαλάσσῃ κατηρτισμένον καὶ τρέχον καὶ κατερχόμενον εἰς λιμένα δῆλον ὅτι ἡγήσεται εἶναι ἐν αὐτῷ κυβερνήτην τὸν κυβερνῶντα αὐτό, οὕτως δεῖ νοεῖν εἶναι τὸν θεὸν κυβερνήτην τῶν ὅλων, εἰ καὶ οὐ θεωρεῖται ὀφθαλμοῖς σαρκίνοις διὰ τὸ αὐτὸν ἀχώρητον εἶναι. Εἰ γὰρ τῷ ἡλίῳ ἐλαχίστῳ ὄντι στοιχείῳ οὐ δύναται ἄνθρωπος ἀτενίσαι διὰ τὴν ὑπερβάλλουσαν θέρμην καὶ δύναμιν, πῶς οὐχὶ μᾶλλον τῇ τοῦ θεοῦ δόξῃ ἀνεκφράστῳ οὔσῃ ἄνθρωπος θνητὸς οὐ δύναται ἀντωπῆσαι; Ὃν τρόπον γὰρ ῥοά, ἔχουσα φλοιὸν τὸν περιέχοντα αὐτήν, ἔνδον ἔχει μονὰς καὶ θήκας πολλὰς διαχωριζομένας διὰ ὑμένων καὶ πολλοὺς κόκκους ἔχει τοὺς ἐν αὐτῇ κατοικοῦντας, οὕτως ἡ πᾶσα κτίσις περιέχεται ὑπὸ πνεύματος θεοῦ, καὶ τὸ πνεῦμα τὸ περιέχον σὺν τῇ κτίσει περιέχεται ὑπὸ χειρὸς θεοῦ· ὥσπερ οὖν ὁ κόκκος τῆς ῥοᾶς ἔνδον κατοικῶν οὐ δύναται ὁρᾶν τὰ ἔξω τοῦ λέκους, αὐτὸς ὤν ἔνδον, οὕτως οὐδὲ ἄνθρωπος ἐμπεριεχόμενος μετὰ πάσης τῆς κτίσεως ὑπὸ χειρὸς θεοῦ οὐ δύναται θεωρεῖν τὸν θεόν.Εἶτα βασιλεὺς μὲν ἐπίγειος πιστεύεται εἶναι, καίπερ μὴ πᾶσιν βλεπόμενος, διὰ δὲ νόμων καὶ διατάξεων αὐτοῦ καὶ ἐξουσιῶν καὶ δυνάμεων καὶ εἰκόνων νοεῖται. Τὸν δὲ θεὸν οὐ βούλει σὺ νοεῖσθαι διὰ ἔργων καὶ δυνάμεων;