Clement of Rome, 1 Clement 49
Let anyone who has love in Christ obey Christ's commands. Who can possibly explain the bond of God's love? Who is sufficient to describe the greatness of his beauty? The height to which love lifts us is unspeakable. Love binds us to God. Love covers a multitude of sins. Love endures everything and is patient in all things. There is nothing savage in love, nothing arrogant. Love creates no division; love does not rebel. Love does all things in harmony. In love, all God's elect were perfected, and without love, nothing is pleasing to God. In love, the Master welcomed us. Because of the love he had for us, Jesus Christ our Lord gave his blood for us according to God's will, and his flesh for our flesh and his soul for our souls.
Greek
Ὁ ἔχων ἀγάπην ἐν Χριστῷ ποιησάτω τὰ τοῦ Χριστοῦ παραγγέλματα. τὸν δεσμὸν τῆς ἀγάπης τοῦ θεοῦ τίς δύναται ἐξηγήσασθαι; τὸ μεγαλεῖον τῆς καλλονῆς αὐτοῦ τίς ἀρκετὸς ἐξειπεῖν; τὸ ὕψος, εἰς ὃ ἀνάγει ἡ ἀγάπη, ἀνεκδιήγητόν ἐστιν. ἀγάπη κολλᾷ ἡμᾶς τῷ θεῷ, ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν, ἀγάπη πάντα ἀνέχεται, πάντα μακροθυμεῖ: οὐδὲν βάναυσον ἐν ἀγάπῃ, οὐδὲν ὑπερήφανον: ἀγάπη σχίσμα οὐκ ἔχει, ἀγάπη οὐ στασιάζει, ἀγάπη πάντα ποιεῖ ἐν ὁμονοίᾳ: ἐν τῇ ἀγάπῃ ἐτελειώθησαν πάντες οἱ ἐκλεκτοὶ τοῦ θεοῦ, δίχα ἀγάπης οὐδὲν εὐάρεστόν ἐστιν τῷ θεῷ. ἐν ἀγάπῃ προσελάβετο ἡμᾶς ὁ δεσπότης: διὰ τὴν ἀγάπην, ἣν ἔσχεν πρὸς ἡμᾶς, τὸ αἷμα αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν Ἰησοῦς Χριστὸς ὁ κύριος ἡμῶν ἐν θελήματι θεοῦ, καὶ τὴν σάρκα ὑπὲρ τῆς σαρκὸς ἡμῶν καὶ τὴν ψυχὴν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.