Clement of Rome, 1 Clement 59
If some people disobey what he said through us, they need to realize that they will bind themselves to a serious sin and danger. We, however, will be innocent of this sin, and we will offer earnest prayer and petition so that the Creator of all things may keep the complete number of his elect throughout the world unbroken through his beloved child, Jesus Christ. Through Christ he called us out of darkness into light and out of ignorance into the knowledge of the glory of his name. We put our hope in the name of the Originator of all creation, since you have opened the eyes of our hearts to know you, the only Most High in the highest heavens, holy among the holy, the one who rests in holiness. You humble the pride of the arrogant, dissolve the schemes of nations, lift up the lowly and bring down the lofty, make rich and make poor, kill and make alive. You alone are the discerner of spirits and the God of all flesh. You look into the abysses, oversee human deeds, help those in danger, save the desperate, and are the creator and overseer of every spirit. You multiply nations on the earth and choose from all peoples those who love you through Jesus Christ, your beloved child, through whom you taught us, sanctified us, and honored us. Therefore we ask you, Master, to become our helper and supporter. Save those of us in distress, have mercy on the lowly, raise up the fallen, reveal yourself to those in need, heal the weak, and bring back the wandering among your people. Feed the hungry, ransom our captives, strengthen the feeble, encourage the fainthearted, and let all nations know you. For you alone are God, Jesus Christ is your child, and we are your people, the sheep of your pasture.
Greek
Ἐὰν δέ τινες ἀπειθήσωσιν τοῖς ὑπ’ αὐτοῦ δἰ ἡμῶν εἰρημένοις, γινωσκέτωσαν ὅτι παραπτώσει καὶ κινδύνῳ οὐ μικρῷ ἑαυτοὺς ἐνδήσουσιν. ἡμεῖς δὲ ἀθῷοι ἐσόμεθα ἀπὸ ταύτης τῆς ἁμαρτίας καὶ αἰτησόμεθα ἐκτενῆ τὴν δέησιν καὶ ἱκεσίαν ποιούμενοι, ὅπως τὸν ἀριθμὸν τὸν κατηριθμημένον τῶν ἐκλεκτῶν αὐτοῦ ἐν ὅλῳ τῷ κόσμῳ διαφυλάξῃ ἄθραυστον ὁ δημιουργὸς τῶν ἁπάντων διὰ τοῦ ἠγαπημένου παιδὸς αὐτοῦ Ἰησοῦ Χριστοῦ, δἰ οὗ ἐκάλεσεν ἡμᾶς ἀπὸ σκότους εἰς φῶς, ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν δόξης ὀνόματος αὐτοῦ, ... ἐλπίζειν ἐπὶ τὸ ἀρχεγόνον πάσης κτίσεως ὄνομά σου, ἀνοίξας τοὺς ὀφθαλμοὺς τῆς καρδίας ἡμῶν εἰς τὸ γινώσκειν σε τὸν μόνον ὕψιστον ἐν ὑψίστοις, ἅγιον ἐν ἀγίοις ἀναπαυόμενον. τὸν ταπεινοῦντα ὕβριν ὑπερηφάνων, τὸν διαλύοντα λογισμοὺς ἐθνῶν, τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος καὶ τοὺς ὑψηλοὺς ταπεινοῦντα, τὸν πλουτίζοντα καὶ πτωχίζοντα, τὸν ἀποκτείνοντα καὶ ζῆν ποιοῦντα, μόνον εὑρέτην πνευμάτων καὶ θεὸν πάσης σαρκός: τὸν ἐπιβλέποντα ἐν τοῖς ἀβύσσοις, τὸν ἐπόπτην ἀνθρωπίνων ἔργων, τὸν τῶν κινδυνευόντων βοηθόν, τὸν τῶν ἀπηλπισμένων σωτῆρα, τὸν παντὸς πνεύματος κτίστην καὶ ἐπίσκοπον: τὸν πληθύνοντα ἔθνη ἐπὶ γῆς καὶ ἐκ πάντων ἐκλεξάμενον τοὺς ἀγαπῶντάς σε διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἠγαπημένου παιδός σου, δἰ οὗ ἡμᾶς ἐπαίδευσας, ἡγίασας, ἐτίμησας: ἀξιοῦμέν σε, δέσποτα, βοηθὸν γενέσθαι καὶ ἀντιλήπτορα ἡμῶν. τοὺς ἐν θλίψει ἡμῶν σῶσον, τοὺς ταπεινοὺς ἐλέησον, τοὺς πεπτωκότας ἔγειρον, τοῖς δεομένοις ἐπιφάνηθι, τοὺς ἀσθενεῖς ἴασαι, τοὺς πλανωμένους τοῦ λαοῦ σου ἐπίστρεψον: χόρτασον τοὺς πεινῶντας, λύτρωσαι τοὺς δεσμίους ἡμῶν, ἐξανάστησον τοὺς ἀσθενοῦντας, παρακάλεσον τοὺς ὀλιγοψυχοῦντας: γνώτωσάν σε ἅπαντα τὰ ἔθνη. ὅτι σὺ εἶ ὁ θεὸς μόνος καὶ Ἰησοῦς Χριστὸς ὁ παῖς σου καὶ ἡμεῖς λαός σου καὶ πρόβατα τῆς νομῆς σου.