Dionysius of Alexandria — On Nature (via Eusebius PE 14.23–24)
Some give the name “atoms” to certain imperishable and most minute bodies, infinite in number, and they put forward a void of unbounded extent. These atoms, they say, are borne about at random in the void, collide of themselves through an irregular rush, and tangle because they are many-shaped and catch hold of one another — and so produce the world and what is in it, or rather worlds without number. Epicurus and Democritus held this view.
[…]
How are we to bear with them when they say that the wise and therefore beautiful works of creation are chance coincidences? Works of which each, as it came into being by itself, and likewise all of them together, were seen to be good by the One who commanded them to be made. For Scripture says: “And God saw all things that he had made, and behold, they were very good.”
They are not even instructed by the small, familiar examples at their feet, from which they could learn that no useful work made for benefit is finished without design or by mere accident, but is crafted by hand for its fitting service — and only when it falls into uselessness is it dissolved and scattered at random, because the wisdom that cared for its standing no longer manages or orders it.
Greek
οἶ μὲν γὰρ ἀτόμους προσειπόντες ἄφθαρτά τινα καὶ σμικρότατα σώματα πλῆθος ἀνάριθμα, καί τι χωρίον κενὸν μέγεθος ἀπεριόριστον προβαλόμενοι, ταύτας δή φασι τὰς ἀτόμους ὡς ἔτυχεν ἐν τῷ κενῷ φερομένας αὐτομάτως τε συμπιπτούσας ἀλλήλαις διὰ ῥύμην ἄτακτον καὶ συμπλεκομένας διὰ τὸ πολυσχήμονας οὔσας ἀλλήλων ἐπιλαμβάνεσθαι, καὶ οὕτω τόν τε κόσμον καὶ τὰ ἐν αὐτῷ, μᾶλλον δὲ κόσμους ἀπείρους ἀποτελεῖν. ταύτης δὲ τῆς δόξης ’Επίκουρος γεγόνασι καὶ Δημόκριτος· τοσοῦτον δὲ δὲ διεφώνησαν ὅσον ὁ μὲν ἐλαχίστας πάσας καὶ διὰ τοῦτο ἀνεπαισθήτους, ὁ δὲ καὶ μεγίστας εἶναί τινας ἀτόμους ὁ Δημόκριτος ὑπέλαβεν. ἀτόμους δὲ εἶναί φασιν ἀμφότεροι καὶ λέγεσθαι διὰ τὴν ἄλυτον στερρότητα. οἶ δὲ τὰς ἀτόμους μετονομάσαντες ἀμερῆ φασιν εἶναι σώματα, τοῦ παντὸς μέρη, ἐξ ὧν ἀδιαιρέτων ὄντων συντίθεται τὰ πάντα καὶ εἰς ἃ διαλύεται. καὶ τούτων φασὶ τῶν ἀμερῶν ὀνοματοποιὸν Διόδωρον γεγονέναι· ὄνομα δὲ, φασὶν, αὐτοῖς ἄλλο Ἡρακλείδης θέμενος ἐκάλεσεν ὄγκους, παρ’ οὗ καὶ Ἀσκληπιάδης ὁ ἰατρὸς ἐκληρονόμησε τὸ ὄνομα.” Ταῦτ’ εἰπὼν ἐξῆς ἀνασκευάζει τὸ δόγμα διὰ πολλῶν, ἀτὰρ καὶ διὰ τούτων ‟Πῶς αὐτῶν ἀνασχώμεθα τυχηρὰ λεγόντων εἶναι συμπτώματα τὰ σοφὰ καὶ διὰ τοῦτο τὰ καλὰ δημιουργήματα; ὣν ἕκαστόν τε καθ’ ἑαυτὸ γενόμενον ὤφθη τῷ προστάξαντι γενέσθαι καλὸν καὶ συλλήβδην ὁμοίως ἅπαντα. καὶ εἶδε γὰρ, φησὶν, ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. ἀλλ’ οὐδὲ ἀπὸ τῶν μικρῶν τῶν συνήθων καὶ παρὰ πόδας νουθετοῦνται παραδειγμάτων, ἐξ ὧν δύνανται μανθάνειν ὅτι χρειῶδες μὲν καὶ πρὸς ὠφέλειαν ἔργον οὐδὲν ἀνεπιτηδεύτως οὐδὲ συμβατικῶς ἀπεργάζεται, ἀλλὰ χειρουργούμενον εἰς τὴν πρέπουσαν ὑπηρεσίαν καταρτίζεται· ὅταν δὲ εἰς ἄχρηστον μεταπίπτῃ καὶ ἀνωφελὲς, τότε διαλυόμενον ἀορίστως καὶ ὡς ἂν τύχῃ διασκίδναται, ἅτε μηκέτι μεταχειριζομένης μηδὲ διαταττούσης αὐτὸ τῆς σοφίας, ᾗ τοῦ συνεστάναι τοῦτο ἔμελεν.