Justin Martyr, First Apology 10
We have learned that God does not need material offerings from human beings, since we see that He Himself provides everything. We have been taught, convinced, and believe that He accepts only those who imitate the good qualities that belong to Him — temperance, righteousness, philanthropy, and whatever else is proper to God — qualities that bear no created name.
We have also been taught that in the beginning, being good, He created all things from formless matter for the sake of human beings. We have learned that those who demonstrate their worthiness of His purpose through their works will be deemed worthy of sharing His life, reigning alongside Him, having become immortal and impassible. For just as He brought into existence those who did not exist at the first, we judge that He will in the same way deem worthy of incorruption and communion those who choose the things that please Him.
After all, it was not within our power to come into being at the start; but to follow what is dear to Him, having been chosen, through the rational powers He Himself has gifted us — powers that persuade and lead us to faith — this is ours. Above all people, we believe that no one should be hindered from learning these things, but rather that everyone should be urged toward them.
What human laws could not accomplish, the divine Word would have accomplished, if evil demons had not scattered many false and atheistic accusations, enlisting as their ally the evil and varied desire that exists by nature in each person — a desire that is of no use to us.
Greek
Ἀλλ᾿ οὐ δέεσθαι τῆς παρὰ ἀνθρώπων ὑλικῆς προσφορᾶς παρειλήφαμεν τὸν θεόν, αὐτὸν παρέχοντα πάντα ὁρῶντες· ἐκείνους δὲ προσδέχεσθαι αὐτὸν μόνον δεδιδάγμεθα καὶ πεπείσμεθα καὶ πιστεύομεν, τοὺς τὰ προσόντα αὐτῷ ἀγαθὰ μιμουμένους, σωφροσύνην καὶ δικαιοσύνην καὶ φιλανθρωπίαν καὶ ὅσα οἰκεῖα θεῷ ἐστι, τᾷ μηδενὶ ὀνόματι θετῷ καλουμένῳ. Καὶ πάντα τὴν ἀρχὴν ἀγαθὸν ὄντα δημιουργῆσαι αὐτὸν ἐξ ἀμόρφου ὕλης δι᾿ ἀνθρώπους δεδιδάγμεθα· οἵ ἐὰν ἀξίους τῷ ἐκείνου βουλεύματι ἑαυτοὺς δι᾿ ἔργων δείξωσι, τῆς μετ᾿ αὐτοῦ ἀναστροφῆς καταξιωθῆναι παρειλήφαμεν συμβασιλεύοντας, ἀφθάρτους καὶ ἀπαθεῖς γενομένους. Ὃν τρόπον γὰρ τὴν ἀρχὴν οὐκ ὄντας ἐποίησε, τὸν αὐτὸν ἡγούμεθα τρόπον διὰ τὸ ἑλέσθαι τοὺς αἱρουμένους τὰ αὐτῷ ἀρεστὰ καὶ ἀφθαρσίας καὶ συνουσίας καταξιωθῆναι. Τὸ μὲν γὰρ τὴν ἀρχὴν γενέσθαι οὐχ ἡμέτερον ἦν· τὸ δ᾿ ἐξακολουθῆσαι οἷς φίλον αὐτῷ αἱρουμένους, δι᾿ ὦν αὐτὸς ἐδωρήσατο λογικῶν δυνάμεων, πείθει τε καὶ εἰς πίστιν ἄγει ἡμᾶς. Καὶ ὑπὲρ πάντων ἀνθρώπων ἡγούμεθα εἶναι τὸ μὴ εἴργεσθαι ταῦτα μανθάνειν, ἀλλὰ καὶ προτρέπεσθαι ἐπὶ ταῦτα. Ὅπερ γὰρ οὐκ ἠδυνήθησαν οἱ ἀνθρώπειοι νόμοι πρᾶξαι, ταῦτα ὁ λόγος θεῖος ἂν εἰργάσατο, εἰ μὴ οἱ φαῦλοι δαίμονες κατεσκέδασαν πολλὰ ψευδῆ καὶ ἄθεα κατηγορήματα, σύμμαχον λαβόντες τὴν ἐν ἑκάστῳ κακὴν πρὸς πάντα καὶ ποικίλην φύσει ἐπιθυμίαν, ὧν οὐδὲν πρόσεστιν ἡμῖν.