Which Bible Text They Quoted

Justin Martyr, Dialogue with Trypho 71

Justin Martyr · c. 100–c. 165 AD

I do not trust your teachers. They were not well trained to interpret what the seventy elders accomplished under Ptolemy, king of Egypt; instead, they attempt their own interpretations. You should also know that they have completely removed many passages from the interpretations of those elders who worked under Ptolemy. Those passages clearly demonstrate that this crucified one was proclaimed as God and man, as crucified and dying. Since I know that all of you from your nation deny these things, I do not press the matter with such lines of inquiry. Rather, I proceed by examining the texts still acknowledged among you.

You are aware of all the points I have raised, except for the phrase 'Behold, the virgin shall conceive' (Isaiah 7:14). You objected, insisting it reads 'Behold, the young woman shall conceive.' I promised to demonstrate that the prophecy was spoken not about Hezekiah, as you were taught, but about this Christ of mine; and now I will make that demonstration.

Trypho replied, 'First, we demand that you tell us and have written down some of the things you say.'

Greek

Ἀλλ᾿ οὐχὶ τοῖς διδασκάλοις ὑμῶν πείθομαι, μὴ συντεθειμένοις καλῶς ἐξηγεῖσθαι τὰ ὑπὸ τῶν παρὰ Πτολεμαίῳ τῷ Αἰγυπτίων γενομένῳ βασιλεῖ ἑβδομήκοντα πρεσβυτέρων, ἀλλ᾿ αὐτοὶ ἐξηγεῖσθαι πειρῶνται. Καὶ ὅτι πολλὰς γραφὰς τέλεον περιεῖλον ἀπὸ τῶν ἐξηγήσεων τῶν γεγενημένων ὑπὸ τῶν παρὰ Πτολεμαίῳ γεγενημένων, πρεσβυτέρων, ἐξ ὧν διαρρήδην οὗτος αὐτὸς ὁ σταυρωθεὶς ὅτι θεὸς καὶ ἄνθρωπος καὶ σταυρούμενος καὶ ἀποθνήσκων κεκηρυγμένος ἀποδείκνυται, εἰδέναι ὑμᾶς βούλομαι· ἅς, ἐπειδὴ ἀρνεῖσθαι πάντας τοὺς ἀπὸ τοῦ γένους ὑμῶν ἐπίσταμαι, ταῖς τοιαύταις ζητήσεσιν οὐ προσβάλλω, ἀλλ᾿ ἐπὶ τὰς ἐκ τῶν ὁμολογουμένων ἔτι παρ᾿ ὑμῖν τὰς ζητήσεις ποιεῖν ἔρχομαι. Καὶ γὰρ ὅσας ὑμῖν ἀνήνεγκα ταύτας γνωριζετε, πλὴν ὅτι περὶ τῆς λέξεως, τῆς Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται [Is., VII, 14], ἀντείπατε, λέγοντες εἰρῆσθαι· Ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ λήψεται. Καὶ ὑπεσχόμην ἀπόδειξιν ποιήσασθαι οὐκ εἰς Ἐζεκίαν, ὡς ἐδιδάχθητε, τὴν προφητείαν εἰρῆσθαι ἀλλ᾿ εἰς τοῦτον τὸν ἐμὸν Χριστόν· καὶ δὴ τὴν ἀπόδειξιν ποιήσομαι. Καὶ ὁ Τρύφων εἶπε· Πρῶτον ἀξιοῦμεν εἰπεῖν σε ἡμῖν καί τινας ὧν λέγεις τέλεον παραγεγράφθαι γραφῶν.

Report a mistake in this passage