Justin Martyr, Dialogue with Trypho 72
I said, "Since it pleases you, I will do it." From the commentaries Ezra wrote on the law of the Passover, they deleted this passage: Ezra told the people, "This Passover is our Savior and our refuge. If you consider it and take it to heart that we are going to humble him in a sign, and after that hope in him, this place will never be deserted, says the Lord of hosts; but if you do not believe in him nor listen to his proclamation, you will become a laughingstock to the nations" (Esdr.?). They also cut out the words spoken through Jeremiah: "I was like a gentle lamb led to the slaughter. They plotted against me, saying, 'Come, let us put wood in his bread and sweep him from the land of the living, that his name may be remembered no more'" (Jer. 11:19). Because this pericope from Jeremiah still appears in some copies of the Jewish synagogue scriptures—they excised it only a short time ago—it demonstrates from these very words that the Jews deliberated about this Christ, to kill him by crucifixion after plotting it; and he himself is shown to be the one, just as Isaiah prophesied, like a sheep led to the slaughter, and here revealed as an innocent lamb; so, finding themselves at a loss, they resort to blasphemy. Likewise they removed these words from the same Jeremiah: "The Lord, the Holy God of Israel, remembered his dead, those who had fallen asleep in the dust of the earth, and he went down to them to proclaim his salvation to them" (cf. 1 Pet. 3:19; 4:6).
Greek
Κἀγὼ εἶπον· Ὡς ὑμῖν φίλον, πράξω. Ἀπὸ μὲν οὖν τῶν ἐξηγήσεων, ὧν ἐξηγήσατο Ἔσδρας εἰς τὸν νόμον τὸν περὶ τοῦ πάσχα, τὴν ἐξήγησιν ταύτην ἀφείλοντο· Καὶ εἶπεν Ἔσδρας τῷ λαῷ· Τοῦτο τὸ πάσχα ὁ σωτὴρ ἡμῶν καὶ ἡ καταφυγὴ ἡμῶν. Καὶ ἐὰν διανοηθῆτε καὶ ἀναβῇ ὑμῶν ἐπὶ τὴν καρδίαν, ὅτι μέλλομεν αὐτὸν ταπεινοῦν ἐν σημείῳ, καὶ μετὰ ταῦτα ἐλπίσωμεν ἐπ᾿ αὐτόν, οὐ μὴ ἐρημωθῇ ὁ τόπος οὗτος εἰς τὸν ἅπαντα χρόνον, λέγει ὁ θεὸς τῶν δυνάμεων· ἂν δὲ μὴ πιστεύσητε αὐτῷ μηδὲ εἰσακούσητε τοῦ κηρύγματος αὐτοῦ. ἔσεσθε ἐπίχαρμα τοῖς ἔθνεσι [Esdr. ?]. Καὶ ἀπὸ τῶν διὰ Ἱερεμίου λεχθέντων ταῦτα περιέκοψαν· Ἐγὼ ὡς ἀρνίον ἄκακον. φερόμενον τοῦ θύεσθαι. Ἐπ᾿ ἐμὲ ἐλογίζοντο λογισμόν, λέγοντες· Δεῦτε, ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι [JÉR., XI, 19]. Καὶ ἐπειδὴ αὕτη ή περικοπή, ἡ ἐκ τῶν λόγων τοῦ Ἱερεμίου, ἔτι ἐστὶν ἐγγεγραμμένη ἔν τισιν ἀντιγράφοις τῶν ἐν συναγωγαῖς Ἰουδαίων (πρὸ γὰρ ὀλίγου χρόνου ταῦτα ἐξέκοψαν), ἐπειδὰν καὶ ἐκ τούτων τῶν λόγων ἀποδεικνύηται ὅτι ἐβουλεύσαντο Ἰουδαῖοι περὶ αὐτοῦ τοῦ Χριστοῦ, ἀναιρεῖν αὐτὸν σταυρώσαντες βουλευσάμενοι, καὶ αὐτὸς μηνύεται, ὡς καὶ διὰ τοῦ Ἡσαΐου προεφητεύθη, ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενος , καὶ ἐνθάδε ὡς ἀρνίον ἄκακον δηλοῦται· ὥστ᾿ ἀπορούμενοι ἐπὶ τὸ βλασφημεῖν χωροῦσι. Καὶ ἀπὸ τῶν λόγων τοῦ αὐτοῦ Ἱερεμίου ὁμοίως ταῦτα περιέκοψαν· Ἐμνήσθη δὲ κύριος ὁ θεὸς ἅγιος Ἰσραὴλ τῶν νεκρῶν αὐτοῦ, τῶν κεκοιμημένων εἰς γῆν χώματος, καὶ κατέβη πρὸς αὐτοὺς εὐαγγελίσασθαι αὐτοῖς τὸ σωτήριον αὐτοῦ [JÉR. ? cf. I Pierre, III, 19, et IV. 6].