Theophilus of Antioch, To Autolycus 12
No human can fully explain the narrative and the entire ordering of the six days, not even if they possessed countless mouths and tongues; nor would they succeed even if they lived countless years in this life, because the surpassing greatness and the wealth of God's wisdom contained in those six days exceed any capacity to speak worthily.
Many writers have imitated and attempted to produce an account of these matters, drawing their starting points from the creation of the world or human nature, yet they have not uttered a single word worthy of the truth.
The statements of philosophers, writers, and poets appear trustworthy because of their polished phrasing, but their discourse is shown to be foolish and empty, for it contains a great abundance of nonsense and no truth; even when something true seems to be spoken through them, it is mixed with error, just as a poisonous drug mixed with honey or wine makes the whole mixture harmful and useless, so their verbosity proves a useless and harmful pursuit for those who believe it.
Concerning the seventh day, which all people name but most ignore, the Hebrews call it Sabbath, which translates into Greek as 'seventh day'; it is named among all generations, yet they do not know why it is called that.
The poet Hesiod's claim that Chaos gave birth to Erebus, Earth, and Eros, who rules over gods and humans according to him, is shown to be vain, cold, and alien to all truth, for God should not be overcome by pleasure, whereas even self‑controlled people avoid all shameful pleasure and evil desire.
Greek
Τῆς μὲν οὖν ἑξαημέρου οὐδεὶς ἀνθρώπων δυνατὸς κατ᾿ ἀξίαν τὴν ἐξήγησιν καὶ τὴν οἰκονομίαν πᾶσαν ἐξειπεῖν, οὐδὲ εἰ μυρία στόματα ἔχοι καὶ μυρίας γλώσσας· ἀλλ᾿ οὐδὲ εἰ μυρίοις ἔτεσιν βιώσει τις, ἐπιδημῶν ἐν τῷδε τῷ βίῳ, οὐδὲ οὕτως ἔσται ἱκανὸς πρὸς ταῦτα ἀξίως τι εἰπεῖν, διὰ τὸ ὑπερβάλλον μέγεθος καὶ τὸν πλοῦτον τῆς σοφίας τοῦ θεοῦ τῆς οὔσης ἐν ταύτῃ τῇ προγεγραμμένῃ ἑξαημέρῳ. Πολλοὶ μὲν οὖν τῶν συγγραφέων ἐμιμήσαντο καὶ ἠθέλησαν περὶ τούτων διήγησιν ποιήσασθαι, καί τοι λαβόντες ἐντεῦθεν τὰς ἀφορμάς, ἤτοι περὶ κόσμου κτίσεως ἢ περὶ φύσεως ἀνθρώπου, καὶ οὐδὲ τὸ τυχὸν ἔναυσμα ἄξιόν τι τῆς ἀληθείας ἐξεῖπον. Δοκεῖ δὲ τὰ ὑπὸ τῶν φιλοσόφων ἢ συγγραφέων καὶ ποιητῶν εἰρημένα ἀξιόπιστα μὲν εἶναι, παρὰ τὸ φράσει κεκαλλωπίσθαι· μωρὸς δὲ καὶ κενὸς ὁ λόγος αὐτῶν δείκνυται, ὅτι πολλὴ μὲν πληθὺς τῆς φλυαρίας αὐτῶν ἐστιν, τὸ τυχὸν δὲ τῆς ἀληθείας ἐν αὐτοῖς οὐχ εὑρίσκεται. Καὶ γὰρ εἴ τι δοκεῖ ἀληθὲς δι᾿ αὐτῶν ἐκπεφωνῆσθαι, σύγκρασιν ἔχει τῇ πλάνῃ. Καθάπερ φάρμακόν τι δηλητήριον συγκραθὲν μέλιτι ἢ οἴνῳ ἢ ἑτέρῳ τινὶ τὸ πᾶν ποιεῖ βλαβερὸν καὶ ἄχρηστον, οὕτως καὶ ἡ ἐν αὐτοῖς πολυλογία εὑρίσκεται ματαιοπονία καὶ βλάβη μᾶλλον τοῖς πειθομένοις αὐτῇ.Ἔτι μὴν καὶ περὶ τῆς ἑβδόμης ἡμέρας, ἣν πάντες μὲν ἄνθρωποι ὀνομάζουσιν, οἱ δὲ πλείους ἀγνοοῦσιν· ὅτι παρ᾿ Ἑβραίοις ὃ καλεῖται σάββατον ἑλληνιστὶ ἑρμηνεύεται ἑβδομάς, ἥτις εἰς πᾶν γένος ἀνθρώπων ὀνομάζεται μέν, δι᾿ ἣν δὲ αἰτίαν καλοῦσιν αὐτὴν οὐκ ἐπίστανται. Τὸ δὲ εἰπεῖν Ἡσίοδον τὸν ποιητὴν ἐκ Χάους γεγενῆσθαι Ἔρεβος καὶ τὴν Γῆν καὶ Ἔρωτα κυριεύοντα τῶν κατ᾿ αὐτόν τε θεῶν καὶ ἀνθρώπων, μάταιον καὶ ψυχρὸν τὸ ῥῆμα αὐτοῦ καὶ ἀλλότριον πάσης ἀληθείας δείκνυται· θεὸν γὰρ οὐ χρὴ ὑφ᾿ ἡδονῆς νικᾶσθαι, ὅπου γε καὶ οἱ σώφρονες ἄνθρωποι ἀπέχονται πάσης αἰσχρᾶς ἡδονῆς καὶ ἐπιθυμίας κακῆς.