Miscellanies · §43 · Julius Africanus

Keep soldiers well: little meals, rue, wormwood, squill

Click or tap any sentence to jump there. The side buttons skip a paragraph.

On the health of the soldiers. That a physician is a good thing in an army is clear. So that a soldier does not fall ill from the sun and toil, one must divide their food: not once or twice, but in small portions throughout the day, especially when there is no battle.or this is saving and suitable toward digestion.

It is necessary, having boiled rue and wild mallow and mixed them with fermented wine, to take them in the middle of the foods; likewise, having mixed milk and water and poured on a little turned wine, to take it before eating. This must be done from the beginning of spring until the end of autumn. And again wormwood-wine is drunk to the same end, not only before food but also after food and in the food itself. If we have no wormwood-wine, let us give wormwood with hot water. Squill-wine does the same. They also prepare squill-vinegar: if someone takes of the squill-wine, before eating; if of the vinegar, after dinner. And marsh-wine — that is, the wine that comes to be in the marshes — is exceedingly healthy. And kiln-bread, formed thin and dried in the sun, is most useful toward health. If the water lying by should also be sickly, let it be boiled until a tenth of it is spent, then let it be cooled; and thus it will be harmless.

Greek

2.6 Περὶ τῆς τῶν στρατιωτῶν ὑγείασ Ὅτι μὲν ἐν στρατεύματι καλὸν ἰατρός, τοῦτο ἀναμφίβολον· ἵνα δὲ μὴ νοσῇ στρατιώτης ἡλίῳ καὶ καμάτῳ βαλλόμενος, πρὸς τοῦτο δεῖ τὰς τροφὰς αὐτῶν διελεῖν, ὡς μὴ ἅπαξ ἢ δεύτερον, ἀλλὰ κατὰ βραχὺ πολλάκις τῆς ἡμέρας ἐσθίειν καὶ μάλιστα μὴ παρόντος ἀγῶνος· ἔστιν γὰρ τοῦτο σωτήριον καὶ πρὸς πέψιν ἐπιτήδειον. Ἀναγκαῖον δὲ πήγανον καὶ μαλάχην ἀγρίαν ἀφεψήσαντες καὶ κεράσαντες οἴνῳ παρατραπέντι ἐν μέσαις ταῖς τροφαῖς λαμβάνειν, ὡσαύτως γάλακτος καὶ ὕδατος μίξαντες καὶ ἐπιχέαντες ὀλίγον οἴνου παρατραπέντος πρὶν φαγεῖν λαμβάνειν· καὶ τοῦτο δεῖ γίνεσθαι ἀπ' ἀρχῆς ἔαρος μέχρι τέλους τοῦ φθινοπώρου. Καὶ πάλιν οἶνος ἀψινθίτης εἰς ταὐτὸ πέποται, οὐ μόνον πρὸ τροφῆς, ἀλλὰ καὶ μετὰ τροφὴν καὶ ἐν αὐτῇ τῇ τροφῇ. Ἐὰν δὲ ἀψινθίτην μὴ ἔχωμεν, ἀψίνθιον δῶμεν μετὰ θερμοῦ ὕδατος. Τὸ δὲ αὐτὸ ποιεῖ καὶ ὁ σκιλλίτης οἶνος. Παρασκευάζουσι δὲ καὶ τὸ σκιλλιτικὸν ὄξος, καὶ εἰ μὲν τοῦ οἴνου τις λαμβάνει τοῦ σκιλλιτικοῦ, πρὶν φαγεῖν, εἰ δὲ τοῦ ὄξους, μετὰ δεῖπνον. Καὶ ὁ ἕλειος δὲ οἶνος, τουτέστιν ὁ ἐν τοῖς ἕλεσι γινόμενος, σφόδρα ἐστὶν ὑγιεινός. Καὶ ὁ κριβανίτης ἄρτος ἰσχνῶς πεπλασμένος καὶ ἐν ἡλίῳ ξηρανθεὶς χρησιμώτατος πρὸς ὑγείαν. Εἰ δὲ καὶ τὸ παρακείμενον ὕδωρ εἴη νοσερόν, [εἴην ὀσπρόν], ἑψήσθω ἕως ἂν τὸ δέκατον αὐτοῦ ἀναλωθῇ, εἶτα διαψυχέσθω· καὶ οὕτως ἀβλαβὲς ἔσται.

Report a mistake in this passage