Unit 6 rem mid
Rem mid: Unit 6; lemma continues; reading with the letter.
Greek
δαίμων, ἄξονα καὶ χορίον καὶ φῶτα νέμων παγέρ' Ἄρκτων, ἐλθὲ κ αὶ ἐνκρατείᾳ πάντων προφερέστερ' ἐμοί, Φρήν, † ...ωρ̣ιευ και φασιε και σισυων̣ † καὶ Γε νεὰ καὶ Ἀπηβιοτὰ καὶ Πῦρ καλλιαιθές, ἔλθ' Ἶσι ς χθονία καὶ οὐρανία καὶ ὀνείρω ν ἣ μεδέει ς καὶ Σείρι' ὃς ...» Καὶ τάδ ε μὲν παρὰ βόθρον ἐγὼν ἤϋσα παραστάς· εὖ γὰρ ἐμεμνήμην Κίρκης ὑποθημοσυνά ω ν ἣ τόσα φ άρμακα οἶδεν ὅς α τρέφει εὐρεῖα χθών· ἦλθεν δὲ μέγα κῦμα λεον τ ομάχου Ἀχέροντος Κωκυτὸς Λήθη τε Πολυφλεγέθων τε μέγιστος, καὶ νεκ ύων στόλος ἀμφιπαρίστατο καὶ παρὰ βόθρον· πρώτη δ ὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου. (τά θ' ἑξῆς) Εἴτ' οὖν οὕτως ἔχον αὐτὸς ὁ ποιητὴς τὸ περίεργον τῆς ἐπιρρήσεως τὰ ἄλλα διὰ τὸ τῆς ὑποθέσεως ἀξίωμα σεσιώπηκεν, εἴθ' οἱ Πεισιστρατίδαι τὰ ἄλλα συνράπτοντες ἔπη ταῦτα ἀπέσχισαν, ἀλλότρια τοῦ στοίχου τῆς ποιήσεως ἐκεῖ ἐπικρίναντες † ἐπ ὶ πολλο ῖ ς ἔγνων †· ἅτε κύημα πο λυτε λ έστερον ἐπικ ῆ ς αὐτὸς ἐνταυθοῖ κατέταξα· τήνδε τὴν σύμπασαν ὑπόθεσιν ἀνακειμένην ε ὑ ρέσεις ἔν τε τοῖς ἀρχείοις τῆς ἀρχαίας π α τρίδος κολων ία ς Α ἰλίας Καπιτωλίνης τῆς Παλαιστίνης κἀν Νύσῃ τῆς Καρίας, μέχρι δὲ τοῦ τρισκαιδεκάτου ἐν Ῥώμῃ πρὸς ταῖς Ἀλεξάνδρου θερμαῖς ἐν τῇ ἐν Πανθείῳ βιβλιοθήκῃ τῇ καλῇ ἣν αὐτὸς ἠρχιτεκτόνησα τῷ Σεβαστῷ. Ἰουλίου Ἀφρικανοῦ Κεστὸς ιηʹ. Ἐκ τῶν Ἀφρικανοῦ Κεστῶν, ὅπερ ἐστὶ Κεστοῦ ιγʹ κεφάλαιον κβʹ· καθαρτικὰ ἁπλᾶ Κυκλαμίνου χυλὸς ὀμφαλῷ ἐπιχρισθεὶς καθαρτικὸν εὔτονον. Θερινὴ δὲ κάθαρσις ἥδε· κολοκύνθας ἐν ὅλμῳ πτισθείσας καὶ ὀθόνῃ τὸν χυλὸν ἠθήσας ἅμα ὀλίγῳ μέλιτι συμβληθέντι πιὼν κάθηραι. Ὃ καὶ χειμῶνι ἐπιεικέστερον· τεῦτλα τὰ λευκὰ καθεψήσας εἰς ἄλλο σκεῦος καινὸν <κατάθες> κἀξ αὐτοῦ τοῦ ὕδατος ἁλί τε ὀλίγῳ ποίησον ζωμὸν ἀναβράσας· καὶ τὰ μὲν προφαγεῖν ἄρτου δίχα τὰ τεῦτλα, τὸν δὲ ζωμὸν κεράσαντα πιεῖν. Ἔαρί τε παραπλησίως ἀλυποτάτη κένωσις, κνήκου τοῦ σπέρματος ὁ χυλὸς ὀρρῷ τῷ ἐκ τοῦ γάλακτος μιχθεὶς καὶ ποθείς. Ἐκ τῶν Ἀφρικανοῦ Κεστῶν· Περὶ τοῦ κινναμώμου Τὸ δὲ κιννάμωμον Ἡρόδοτος μὲν λέγει οὐδένα εἰδέναι ὅπως γίγνεται· ὄρνεις δὲ νεοττιὰς οἰκοδομεῖν ἐπ' ἄκραις ἀβάτων πέτρ ων ἐκ τοῦ κινναμώμου· τοὺς δὲ ἐγχωρίους οὐ δύνα σθαι ἐ πὶ τὰς ἄκρας ἀνελθεῖν· θύ σαντας δὲ μεγάλα βο σκήματα καὶ διαμελίσαντας ἐὰν πιστεύωσι τούσδ' ὄρνιθας εἶναι γαμψωνύχους ἐκ λιπεῖν εἰς ὄψιν τοὺς παρ' ἡμῖν· οὓς ἀναφέρειν τὰ κρέα ἐπὶ τὰς αὑτῶν καλιὰς καὶ πληροῦν ἔστ' ἂν ὑ πὸ τοῦ βάρους κα τενεχθῶσιν· τοὺς δὲ ἀναιρουμένους τὸ κιννάμωμον ἀπεμπολᾶν· εἰδέναι τοῦτο ψεῦδος Ἡρόδοτος ὑψ οῦτ αι· ἐγὼ δὲ πείρᾳ λέγω πόαν τὸ κιννάμωμον ὑπάρχειν θάμνῳ παραπλήσιον καὶ ...· καὶ τὸ δένδρον ἐοικέναι παρα... ἄγνῳ· ὕψος δὲ ὅσον εἰς τρί... μὲν ὅλον· διαιρεῖται δὲ εἰς ... πρῶτον αὐτοῦ τὸ ... αὐτοῦ τὸ ἄκρον· ... ἑξῆς τὰ λοιπά. Ἀφρικανοῦ βίβλου· πορφύρας ὀξείας ποίησισ Λαβὼν τὸ ἔριον ἐστυμμένον χάλα εἰς κριμνοῦ ˉχˉο αʹ, φύκους ˉχˉο δʹ, ζέσας χάλα τὸ ἔριον καὶ ἄφες ἕως ὀψὲ καὶ ἄρας ἀπόκλυσον θαλάσσῃ, εἶτα ὕδατι. 8.2 Ἀφρικανοῦ ἐκ βίβλου γʹ Στῦψις δὲ πρὸς πᾶσαν βαφὴν ἥδε· πρῶτα μὲν ἀποπλύνεται τὸ ζῷον ἢ καὶ νάκος· οὕτω γὰρ ἂν πρόσοιτο τὰ τῆς στύψεως. Ἐπὶ δὲ τὴν στυπτηρίαν ἀναλυτέον ὄξει κἀπιχρίειν ὅπερ ἂν βάψαι δέοι. Ἀφαυανθὲν δὲ ἡλίῳ ἀποπλύνεται καὶ τῆς νοτίδος ἐλευθερωθὲν πᾶσαν προσίεται βαφήν. Νύκτα δὲ καὶ ἡμέραν ἐπὶ τῇ στύψει φυλάττειν χρὴ τὸ στυφόμενον. 9.1 μιξηαελις πσελλι ιν Περὶ παραδόξων ἀναγνωσμάτων Σύλληψιν ἐργάζεται μὲν Θεὸς καὶ Φύσις, ὡς ἔγωγε πέπεισμαι, Ἀφρικανὸς δέ φησιν ὅτι καὶ τεχνική τίς ἐστι γέννησις, καὶ γεννηθήσεται τεχνικῶς εἰ ὁ ἀνὴρ μέλλων εἰς συνουσίαν ἐλθεῖν ἐπιχρίσοι τὸ μόριον αἵματι λαγωοῦ ἢ χηνείῳ στέατι· ἀλλ' ἐκείνως μὲν ἄρρεν, οὕτω δὲ θῆλυ. Κατάγει δὲ ὁ ἀνὴρ οὗτος καὶ γάλα ἐκ μαστῶν τεχνικῇ μεθόδῳ καὶ σπαργῶντας μετὰ τὸν τοκετὸν σβεννύει κηρωτῇ κυπρίνῃ. Ποιεῖται δὲ καὶ ἄτοκον γυναῖκα ἀτόκιον αὐτῇ περιάπτων· τοῦτο δέ ἐστι βατράχου ἐγκέφαλος ῥάκει περιειλημμένος λινῷ. Καὶ ταῖς δυστοκούσαις γαγάτην λίθον τῇ ἀριστερᾷ ἐγχειρίζων χειρὶ ὠκυτοκεῖν ταύτας ἐργάζεται. Πεποίηται δὲ αὐτῷ καὶ συλληπτικὰ ἕτερα
About this text
Julius Africanus, Cesti (fragmenta) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Julius Africanus’s Cesti (fragmenta) — new OET from PG 10 Greek.
Witnesses
- Copy-text PG 10 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.