Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
πῦρ ἐσκελίσθη. Χρησώμεθα παρὰ Μαρίας τῆς ἀδελφῆς Μωϋσέως τὸ ᾆσμα ἐκεῖνο, πρέπει γὰρ ἡμῖν νῦν ᾗπερ τότε ἐκείνοις. Συμπαρέστω ἡμῖν καὶ ὁ τῶν ἁγίων ἐκείνων χορὸς καὶ λεγέτω ὃ τότε ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐκελάδιζεν, τό· Ἄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται. Τί γὰρ πεποίηκεν; Ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. Ἵππον καὶ ἀναβάτην· ἵππον μὲν τὴν θηλυμανῆ ἁμαρτίαν, ἀναβάτην δὲ τὸν ἐπὶ τῇ ἁμαρτίᾳ καθήμενον δαίμονα ἐν τῷ βαπτίσματι τοῦ λουτροῦ κατεπόντισεν. Ἄσωμεν οὖν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· τὸν γὰρ Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν, τουτέστιν τὸν διάβολον καὶ τὸ σκοτεινὸν καὶ ἐναγὲς τῶν δαιμόνων αὐτοῦ στρατόπεδον ἐν τῷ λουτρῷ τοῦ βαπτίσματος ἐθαλάσσωσεν. Οὐκέτι φοβοῦμαι ἀκούειν· Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ· ἐν γὰρ τῷ βαπτίσματι τὴν γῆν ἀπεθέμην καὶ οὐρανὸν ἐνεδυσάμην καὶ ἀκούω· οὐρανὸς εἶ καὶ εἰς οὐρανοὺς ἀπελεύσῃ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε Χριστὸν ἐνεδύσασθε, καί· οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. ∆εῖ ἡμᾶς νεφέλαις ἐπιβῆναι καὶ εἰς οὐρανοὺς ἀναδραμεῖν· οὐκ ἀμάρτυρος ὁ λόγος, ἄκουε τοῦ Παύλου λέγοντος· Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. ∆ιὸ καθὼς ἠκούσαμεν ἀρτίως τοῦ ψαλμῳδοῦ ἡμῖν παραινοῦντος καὶ λέγον τος· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐ φρανθῶμεν ἐν αὐτῇ. Ἀγαλλιασώμεθα οὖν οὐ μέθῃ καὶ κραιπάλῃ σκοτούμενοι, αὕτη γὰρ οὐκ ἂν εἴη εὐφροσύνη ἀλλὰ ἀφροσύνη καὶ σκοτομήνη καρδίας. Ἀγαλλιασώμεθα σκιρτῶντες τῷ πνεύματι, ἀγαλλιασώμεθα ἀγάπῃ ἑστιώμενοι, ἐλπίδι χαίροντες. Εἰ δὲ δεῖ καὶ ἑτέραν ἐννοεῖν εὐφροσύνην καρδίας, τὸν οὐράνιον ἄρτον καθαραῖς παλάμαις ὑποδεξάμενοι τῇ ψυχῇ παραπέμψωμεν ζωῆς αἰωνίου ἐφόδιον ὄντα· καθαραῖς παλάμαις ὑποδεξάμενοι λέγω δέ, οὐχ ὕδατι κοινῷ πεπλυμέναις, ἀλλ' εὐποιΐαις λαμπρυνομέναις. Καὶ τὸ θεῖον καὶ οὐράνιον κρᾶμα ῥοδοείδεσι χείλεσιν ἀρυσώμεθα, οὐ φοίνικί τινι ἐρυθαίνοντες, ἀλλὰ τῷ αἵματι Ἰησοῦ Χριστοῦ πορφυρίζοντες. Ὦ μεγάλης ὡς ἀληθῶς καὶ ἀγαθῆς ἡμέρας, ἐν ᾗ ὁ ἀμνὸς σφαγιάζεται καὶ ὁ κόσμος ἀγοράζεται καὶ ὁ ποιμὴν ἡμῶν ζῇ· Ἐγὼ γάρ εἰμι, φησίν, ὁ ποιμὴν ὁ καλός. Ὦ μυστηρίου καινοῦ καὶ θαύματος παραδόξου! Σταυρὸς ἔστη καὶ Χριστὸς ἐφηπλώθη καὶ θάνατος ἄδικος ἦν τὸ φαινόμενον καὶ θάλαμος ἅγιος ἦν τὸ γινόμενον, σταυρὸς ἦν τὸ φαινόμενον καὶ παστὸς ἦν τὸ τελούμε νον· χθὲς ἀνέστη παστὸς καὶ σήμερον ἐτέχθη λαός. Ὦ θάνατος Χριστοῦ, θανάτου θάνατος καὶ γλυκεῖαν ζωὴν ἐν τῷ πικροτάτῳ θανάτῳ πηγάζων! Ὦ μυστηρίου Ἀβραμιαίου ἐν Χριστῷ τελουμένου! Ἰσαὰκ ἐπὶ τὸ θυσιαστήριον
About this text
Amphilochius of Iconium, De recens baptizatis (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Amphilochius of Iconium’s De recens baptizatis — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.