In Zacchaeum · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

ἄγροικος, ὁ πένης, ὁ ὄρεσιν προσομιλῶν Ζακχαίῳ περιέπιπτεν δεκατευόμε νος τὰ θρέμματα, ἐννόμως λῃστευόμενος, ἄνευ ξίφους ἀναιρού μενος. Σιδήρῳ γὰρ ὁ πληγεὶς καὶ ῥεῖον τὸ τραῦμα λαβὼν οἴχεται ἀναισθησίᾳ φυγὼν τοῦ πάθους τὴν χαλεπότητα, ὁ δὲ ἀκουσίῳ πενίᾳ τετοξευμένος θάνατον ἔχει τὸν πόνον καὶ τέθνηκεν· οὐχ ἅπαξ δαπανούμενος, θνῄσκει δὲ ἀεὶ κατὰ μικρόν. Καὶ ἵνα συντόμως εἴπω, ὥσπερ στρατιώταις τὰ δυσάλωτα φρούρια καὶ τοῖς κυβερνήταις αἱ ὕφαλοι πέτραι καὶ τοῖς πολεμοῦσιν οἱ ὕποπτοι λόχοι, οὕτως ἐμπόροις καὶ ὁδοιπόροις, βουκόλοις καὶ ποιμέσιν Ζακχαῖος φευκτὸς ἦν.Ἀλλ' οὗτος οὕτω περὶ τὴν ἄλογον τῶν χρημάτων συλλογὴν μεμηνὼς ζητῶν τὸν Ἰησοῦν ἰδεῖν οὐκ ἠδύνατο· κατεῖχεν γὰρ αὐτὸν καὶ ἡλικίας σμικρότης καὶ ἀδικίας βαρύτης. Ὅθεν νῦν ἰώμενος τῆς ἡλικίας τὴν εὐτέλειαν τῇ τῆς συνέσεως ἐπινοίᾳ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομοραίαν καὶ κρύπτεται ὑπὸ τὸ ἀμφιλαφὲς τῶν φύλλων οἰόμενος ὁρᾶν καὶ μὴ ὁρᾶσθαι, νομίζων λανθάνειν τὸν πάντα εἰδότα· ὃ δὴ καὶ ἡ αἱμορροοῦσα ὑπέστη οἰομένη κλέπτειν τὸν Ἰησοῦν τὸν ἡδέως τὰ τοιαῦτα κλεπτόμενον. Ἀλλ' ἐκείνη κἂν ἐγγὺς γενομένη τοῦ κρασπέδου ἐφήψατο, οὗτος δὲ πόρρωθεν ὢν πίστει τοῦ Χριστοῦ ἐπελάβετο. Ὅθεν ἄνεισιν ἐπὶ τὸ ξύλον τὰ τοῦ Ἀδὰμ θεραπεύων κακά· ὁ μὲνγὰρ ὑπὸ τοῦ ξύλου πλανᾶται τὸν θεὸν φεύγων, ὁ δὲ ἀπὸ ξύλου σῴζεται τὸν θεὸν ἰδεῖν ἐπιθυμῶν. Ἀκούων γὰρ ὡς πολλὰ καὶ παράδοξα ἐργάζεται θαύματα, ὡς πρὸς τοῖς σώμασιν καὶ τὰς ψυχὰς ἰατρεύει, τῶν μὲν ψυχῶν τὰς ἁμαρτίας ἀφαιρούμενος, τοῖς δὲ σώμασιν ἀπάθειαν χαριζόμενος, ἐπεθύμησεν ἰδεῖν τὸν πάντα πᾶσι συγχωροῦντα λογισάμενος παρ' ἑαυτῷ·«Τίς ποτε ἆρά ἐστιν οὗτος ὁ Ἰησοῦς ὁ λεπροὺς καθαίρων, ὁ τυφλοὺς ἰώμενος, ὁ τὰ ἁμαρτήματα τοῖς αἰτοῦσι συγχωρῶν; Ποταπὸς τὸ εἶδος, ὁποῖος τὴν μορφήν; Ἆρα πάντα οἶδεν; ἆρα καὶ τῶν ἀπόντων τὰς γνώμας δοκιμάζει; ἢ τῶν συνόντων μόνον τοὺς λογισμοὺς ἐξετάζει; ἆρα ὡς θεὸς τῆς ἑκάστου καρδίας ἀνιχνεύει τὰ νοήματα; Πόθεν οὖν ταῦτα γνῶ; τίνα τούτων διδάσκαλον λάβω; τίνα; Τὴν πεῖραν, τὴν πάντων διδάσκαλον. Ἀνελθὼν ἐπὶ τὸ δένδρον κρύπτομαι ὑπὸ τὸ ἀμφιλαφὲς τῶν φύλλων. Λανθάνω καὶ μανθάνω εἰ δύναμαι σωθῆναι. Ἐὰν γνῷ μου τῆς ψυχῆς τὸ κίνημα, οἶδα ὅτι ἐξαλείφει μου τὸ τῆς ψυχῆς ἁμάρτημα· ἓν τοῦτο οὖν γνώσομαι ὅτι οἶδεν τῶν λογισμῶν τὰ κρυπτά. Ἐὰν ὑπὸ τοῦ πλήθους συνεχόμενος ἴδῃ με τὸν λανθάνοντα καὶ μὴ μόνον ἴδῃ ἀλλὰ καὶ τῆς ψυχῆς μου ἐκκαλύψῃ τὸν ἔρωτα, αἱροῦμαι πάντα ῥῖψαι καὶ ἕνα εὑρεῖν. Μιμήσασθαι Ματθαῖον θέλω· καὶ γὰρ ἐκεῖνος τελώνης ἦν ὡς καὶ ἐγώ, ἀλλὰ Ματθαῖος μὲν οὐκ αὐθαιρέτως προσέδραμεν, ἀλλὰ κληθεὶς ὑπήκουσεν. Τάχα δὲ αὐτὸν καὶ ὁρῶν καὶ ἕνα τῶν ὁδοιπόρων νομίζων τὰς χεῖρας ἐκοίλανεν καὶ βαθὺν ἐφήπλωσε κόλπον τῇ συνηθείᾳ πρὸς τὴν λῆψιν ὀχηματιζόμενος καὶ τελωνῆσαι τὸν Χριστὸν θέλων ἀντετελωνήθη παρ' αὐτοῦ οὐδὲ κατὰ σχῆμα, ἀλλ' ὅλον ἑαυτὸν ἐπιδούς. Ἅμα γὰρ ἤκουσεν· ∆εῦρο ὀπίσω μου, ὑπερέβη τὴν κλῆσιν τῇ προθυμίᾳ ὀξυτέρῳ τάχει παρατρέχων τῷ ἐφελκομένῳ. Εἰ τελώνας οὖν καλεῖ καὶ οὐ καλεῖ μόνον ἀλλὰ καὶ δικαιοῖ, οὐ βλάπτει με τῶν προλαβόντων κακῶν ὁ ἑσμός· εἰ γὰρ ὁ Ἐλισσαῖος ἅλας ἐπιβαλὼν τῇ θρεψαμένῃ πηγῇ τὸ ἄγονον αὐτῆς γόνιμον εἰργάσατο, πάντως καὶ αὐτὸς τῇ χάριτι ὡς ἅλατι ἀρτύσας μου τὴν ψυχὴν καρπογονίαν ἀρετῆς 3 διεγείρει «.Ταῦτα δὲ ἐνθυμουμένου αὐτοῦ ἦλθεν ἐπὶ τὸν τόπον ὁ Ἰησοῦς· ἀναβλέψας λέγει αὐτῷ· Ζακχαῖε, σπεύσας κατάβηθι. Ἀνέβης εἰς τὸ δένδρον ὡς τελώνης, κατάβηθι ἐκ τοῦ δένδρου ὡς φιλόθεος. Κατάβα ἐκ τοῦ ξύλου ἐπὶ τῆς γῆς, ἵνα ἀναβῇς διὰ τοῦ σταυροῦ πρὸς οὐρανόν. Ἀνῆλθες ἐπὶ δένδρον ἀνθρώπους κρυπτόμενος, ἀνέρχῃ διὰ τοῦ σταυροῦ ἀγγέλοις χαριζόμενος. Σπεύσας οὖν κατάβηθι· σήμερον γὰρ

About this text

Amphilochius of Iconium, In Zacchaeum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s In Zacchaeum — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.