Fragmenta in epistulam ad Romanos · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

εἰλικρινοῦς οὐδὲ ζωοποιοῦ δικαιοσύνης τὴν διὰ πίστεως ζωὴν χαριζόμενος ἦν. καὶ ὁ προφήτης εἴρηκεν· ἐκ πίστεως εἰς πίστιν. εἰ γὰρ ἐπιστεύετε, φησί, Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί. ∆ιδάσκει πόσων ἀπαλλάττει κακῶν τὸ εὐαγγέλιον καὶ ἡ δι' αὐτοῦ πίστις, καὶ διεξελθὼν τά τε ἐν ἔθνεσι καὶ ἐν Ἰουδαίοις κακά, μετὰ ταῦτα προϊὼν τὸν περὶ τῆς πίστεως ἐπιφέρει λόγον, ἀναγκαίαν 59 γεγενῆσθαι τὴν τοῦ Χριστοῦ παρουσίαν διδάσκων. καὶ οὕτω περὶ τῆς τῶν Ἰουδαίων ἐκπτώσεως διαλέγεται, καὶ τὸ τελευταῖον ἐπάγει τὰς παραινέσεις· ἄρχεται δὲ ἀπὸ τοῦ κατ' ἐθνῶν λόγου καί φησιν, ὡς τὸν ἐν τῇ φύσει παρὰ τοῦ δημιουργοῦ γραφέντα νόμον ἀδεῶς παρέβησαν. 1 Rom 1,18 Ὡς τὸ τοῦ θεοῦ ὄνομά τε καὶ σέβας εἰς τὰ τοῦ θεοῦ μετενεγκόντες δημιουργήματα. εἶτα καὶ ἑρμηνεύει ὅπως. εἰ γὰρ ἡ ὁρατὴ κτίσις τὸν ἀόρατον ἱκανὴ δεικνύναι, καταλιπόντες δὲ τοῦτο οἱ ἄνθρωποι τὰ δημιουργήματα ἐθεοποίησαν, ἐν ἀδικίᾳ κατέσχον τοῦ θεοῦ τὴν ἀλήθειαν, ἀφ' ὧν δεῖ γνῶναι τὸν θεὸν πλανηθέντες. Rom 1,19 Οὐκ οὐσία τούτου ἡ ἐνεργοῦσα, ὥσπερ ἑτέρωθί φησιν· ἀφθάρτῳ ἀοράτῳ μόνῳ σοφῷ θεῷ, ἀλλ' αἱ ταύτης ἐνέργειαι ἀόρατοι οὖσαι φύσει καὶ μηδενὶ μηδέποτε γινόμεναι καταφανεῖς, ἀλλὰ διὰ τῆς κτίσεως ἐνδεικνύμεναι. Rom 1,21 Μάταιος ἄρα τοῦ μὴ ὄντος ὡς ὄντος φαντασία, μηδενὸς ὄντος περὶ τὸν θεὸν ὁμοιώματος τῶν παρὰ τούτοις προσκυνουμένων. ἐκ τῆς οὖν ἄφρονος ἑαυτῶν διανοίας καὶ σκότος ταῖς ψυχαῖς ἑαυτῶν ἐπεισήγαγον. Rom 1,32 Ἐνταῦθα πάλιν τὸ ἀναίτιον τοῦ θεοῦ καὶ τὸ ὑπαίτιον τοῦ ἀνθρώ που, καὶ τὸ δίκαιον τῆς ἐπιφερομένης κρίσεως. ταῦτα γὰρ δρῶσιν, οὐκ ἀγνοοῦντες ὅτι παρὰ θεῷ κριτῇ κολάσεώς ἐστιν ἄξια· δῆλοι γάρ εἰσιν οὐκ ἀγνοοῦντες τὸ τοιοῦτον ἐπειδὰν κρίνωσιν, καὶ θανάτῳ τοὺς τὰ τοιαῦτα ποιοῦντας μετέρχονται. ὅταν οὖν καὶ οἱ φαῦλοι τὴν τοῦ καλοῦ γνῶσιν ἔχοντες φαίνωνται, καὶ χρώμενοί γε αὐτῇ, ἐπειδὰν μὴ ταῖς ἡδοναῖς παρατρέπωνται, μαρτυροῦσι τῇ δημιουργίᾳ τοῦ θεοῦ ὅτι καλή· ὅπερ καὶ ὁ Ἐκκλησιαστὴς ἐπιθεωρήσας φησίν, ὅτι ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον εὐθῆ· καὶ

About this text

Apollinaris of Laodicea, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in epistulam ad Romanos — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.