Scholia Arethae in Cyrilli apologiam xii anathematismorum

Arethas of Caesarea · c. 860–940 · PG 106; Scholia Arethae in Cyrilli apologiam xii anathematismorum (Khazarzar) · Original English Translation

Scholia Arethae in Cyrilli apologiam xii anathematismorum Unit 1 opening§u01-open

u01-openUnit 1.

Lemma-led open — ™ ὑποστάσεων Οὐκ ἀκριβὲς ὑποστάσεων ἕνωσιν γεγονέναι φάσκειν ἐπὶ Χριστοῦ, ἀλλ ἡ τοῦ θεοῦ λ

Greek · §u01-open

Scholia Arethae in Cyrilli apologiam xii anathematismorum SCHOLION ARETHAE™[ 16 ὑποστάσεων] 112 Οὐκ ἀκριβὲς ὑποστάσεων ἕνωσιν γεγονέναι φάσκειν ἐπὶ Χριστοῦ, ἀλλ' ἡ τοῦ θεοῦ λόγου ὑπόστασις φύσιν ἀνθρωπείαν λαβοῦσα ὑπέστησεν ἐν ἑαυτῶι, καθὸ καὶ μίαν ὑπόστασιν ἔχειν τὸν κύριον Ἰησοῦν Χριστὸν δογματίζομεν. εἰ γὰρ ὑπόστασιν ἤγουν πρόσωπον ὡρισμένον δοξάσομεν, ὅπερ βούλεται δηλοῦν ἡ ὑπόστασις, τίς λόγος ἔτι τὴν Νεστορίου λύσσαν ἀναχαιτιεῖ μὴ οὐχὶ δύο ὑποστάσεις ἐν τῶι Χριστῶι πρεσβεύειν; τίνι γὰρ λόγωι τὰ δύο τέλεια πρόσωπα εἰς ἓν πρό σωπον συσταῖεν ἄν [συστακῆναι Y]; εἰ γὰρ τοῦτο δῶμεν, δώσωμεν ἀφορμὴν καὶ τοῖς μίαν φύσιν σύν θετον ἐπὶ Χριστοῦ ληρωιδοῦσιν κατ' ὀρθότητα τοῦτο δογματίζειν. 113 SCHOLIA ARETHAE™ 9 σκαιώρημα τοῦτο εἰ μὲν κατὰ Νεστορίου, ἔχεται λόγου· εἰ δὲ κατὰ Θεοδωρήτου, συκοφαντία ἄκρατος καὶ φθόνου δόξης τῶι λέγοντι περιποιητικός. 114 SCHOLIA ARETHAE™10 sq. ἀπροσωπολήπτως ἐρεῖν πλημμελῶς ἀλλήλους ἐφορμῶσιν, τὸ αὐτὸ φάσκοντες περὶ τοῦ αὐτοῦ καὶ διαφωνεῖν διατεινόμενοι ὃν τρόπον καὶ οἱ διαφερόμενοι περὶ ἀριθμὸν εἰ ὁ μὲν ἕνδεκα λέγει τὰς τοσαύτας μονάδας, ὁ δὲ δέκα καὶ μίαν. 12 τοῦτο ὁμοία πλημμέλεια τῆι Ἀρίου μανίαι, ἐπὶ τῆι τοῦ ὁμοουσίου λέξει μὴ παρὰ τοῖς παλαιοῖς πατράσιν εὑρημένηι διατεινομένωι, ἀλλὰ νεαρῶς καινολογουμένωι. 14 τί δὲ Θεοδώρητε; οὐκ ἤκουσας τῆς θεολόγου φωνῆς· ὦ τῆς καινῆς μίξεως, ὦ τῆς παραδόξου κράσεως; ἐπὶ ταῦτα ληρολεσχεῖν οὐκ αἰδῆι; 115 SCHOLIA ARETHAE™18 ὑποστάσεων κακῶς πάλιν ὑποστάσεων λέγει ἕνωσιν. 23 κράσεως] κράσεως, ἀλλὰ παραδόξου [cf.p. 114, 14]. 116 SCHOLIA ARETHAE™1f2 περιαυτίζεται τοῖς αὐτοῖς περιστρέφεται 10 ὦ τί πάλιν ὑποστάσεις; 17sq. ὁ προαιώνιος θεὸς λόγος ὑπόστασις υἱοῦ τῆς πατρικῆς προιὼν θείας ὑποστάσεως προσλήψει φύσεως ἀνθρωπίνης, οὐκ ἠφωρισμένωι ἀτόμωι, τὸν κύριον Ἰησοῦν Χριστὸν ἑαυτὸν ἀπετέλεσεν, σύν θετον μὲν ἐξ ὑποστάσεως θείας, οὐ μέντοι καὶ ὑποστάσεως ἀνθρωπίνης. οὐ γὰρ καὶ τινὰ ἄνθρωπον, ἀλλὰ φύσεως ἀνθρωπίνης ψυχὴν καὶ σῶμα καὶ ἠτόμωσεν ἐν ἑαυτῶι, τὸν θεάνθρωπον ἀποφήνας. ἐπεὶ τοί νυν οὐκ ἠτομωμένον ἀνέλαβεν ἄνθρωπον, φύσιν δὲ ἀνθρωπείαν καὶ ἠτόμωσεν ἐν αὑτῶι ὑπόστασιν μίαν τὴν θεάνθρωπον, κατὰ τοῦτο φαμὲν εὐλαβεῖσθαι δύο λέγειν ἐπὶ Χριστοῦ ὑποστάσεις συντεθῆναι, τὸ λυσσῶδες ὑποστελλόμενοι Νεστορίου· ἓν γὰρ καὶ τὴν πρόσληψιν τῆς ἀνθρωπείας φύσεως τῶν ἀτομούντων κατὰ τὸν κύριον Ἰησοῦν. πλὴν εἰ μήπου τὰς δύο ἐπ' αὐτοῦ ὑποστάσεις οἰκονομικῶς εἰρῆσθαι διὰ τὴν κακουργίαν Ἀρίου καὶ Ἀπολιναρίου καὶ τῶν κατ' ἐκείνους φαντασιαστῶν. 117 SCHOLIA ARETHAE™ 1sq. αἰσχρὸν καὶ ἱκανῶς ἄλογον ἐκ τῶν κάτω τῶν ἄνω λαμβάνειν τὴν εἰκασίαν καὶ τὸν ὑπερούσιον ἐκ τῶν ἐνύλων τεθμᾶσθαι [σταθμᾶσθαι?] οὐσιῶν καὶ ἀπὸ τῶν κτισμάτων ἑαυτοῦ τὸ ἄκτιστον ζυγοστατεῖν καὶ τὴν ἐν τούτοις ἀνάγκην τῶι ἐξ οὐκ ὄντων παραγαγόντι (καὶ συνε λόντι φάναι ἀνάγκηι καὶ αὐτὸν τοιαῦτα παραγαγεῖν) προσλογίζεσθαι καὶ ὑπὲρ τῶν ἀγνώστων ὡς πάντηι ἐγνωσμένων ζυγομαχεῖν. 3 εἰ οὐ φυσικὴ διὰ τὸ μὴ ἀνάγκηι ὑποπεσεῖν, πῶς

Unit 1 rem early§u01-rem-early

u01-rem-earlyRem early: Unit 1; lemma and argument toward the thesis.

Greek · §u01-rem-early

οὐ μᾶλλον ἀναγκαστικώτερον τὸ παρὰ φύσιν καὶ οὕτως ὡς καὶ τοῖς ἀβουλήτοις καὶ ἀθελήτοις ὑποκατακλίνεσθαι, ἐκβιάζεσθαι; 19 φύσιν, ἀλλ' οὐχ ὑπόστασιν 1 118 SCHOLIA ARETHAE™ 8f9 μίαν ἡμῖν ἀποφαίνει ἀλλ' εἰ μὴ μία, διάφορος δέ, παρὸν ἐλέγχειν, 118.30 τί τὸ αἴτιον ἀμελεῖν ἐν ψιλαῖς ἐπαγγελίαις ἐναβρυνόμενον; 119 SCHOLIA ARETHAE™ 9 καὶ παρεκόμισε καλῶς γε ποιῶν· οὐ γὰρ ταυτὸν πάθος φυσικόν τε καὶ ἀδιάβλητον, δι' οὗ καὶ τὸ ἐπίκαιρον [uoluit ἐπίκηρον] τῆς ἧσπερ ἐστίν, ἀπελέγχεται φύσεως, τῶι ὧι μόνωι κατὰ τὸ κρεῖσσον καὶ εἰς ἀεὶ καὶ ἀναλλοιώτως εἰς παράστασιν τῆς τοῦ δηλουμένου φύσεως πρόσεστιν. 14 ἀλλὰ ταῦτα συστατικὰ τοῦ ὑποκειμένου καὶ εἰς ἀεὶ προσόντα· τὰ δὲ πρὸς δεῖγμα φθορᾶς οὔτε συμπαρόντα ἀεὶ ἐνεργῶς καὶ κατ' ἐξουσίαν τοῦ ὧι πρόσεστιν, τὸ ἀνεργὰ ὁρᾶσθαι παραχωρούμενα. ὁ Θεσβίτης Ἡλίας καὶ ὅσοι κατ' ἐκεῖνον τὴν ἀρετήν, παρέξουσι τὸ πιστόν. 19f20 τῶν ὑποστάσεων σύνοδον μέχρι τίνος ὑποστάσεων φάσκων ἕνωσιν Νεστορίωι θύρας ὑπα νοίγεις βλασφημίας; ibid. ἰδοὺ καὶ νῦν ἀδιαστάλτως σύνοδον συναφείαι ἐπάγεις ὥσπερ ἐπιλελησμένος τῆς ἐπαγγελίας τοῦ διάφορον τὴν σημασίαν ἑκατέρου παρασχεῖν. 23f24 σχετικὴν ... συνάφειαν καὶ ποῦ σχετικῆς ἑνώσεως παρὰ Θεοδωρήτωι λόγος; 120 SCHOLIA ARETHAE™ 2f3 ἑάλωκας, ὦ πάτερ, οἷς ἐπιμέμφηι Θεοδωρήτωι· ποῦ γὰρ οὗτος τοῖς νῦν σοι κεκαττυμένοις κατονειρώττων ἑάλωκεν; 14sq. καὶ ποῦ ταῦτα ληροῦντος ἔστι Θεοδωρήτου ἀκοῦσαι; εἰ οὐδαμοῦ, βέβαιον αὐτῶι τὸ ψαλμικὸν ἐκεῖνο ἐρεῖν τὸ 20κατ' ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν20 [Ps. 55, 6]. 123 SCHOLIA ARETHAE™ 16 sq. καὶ τί τοῦτο παραλλάττον τῆς Θεοδωρήτου περὶ Χριστοῦ ἀκριβο λογίας; εἰ μὴ τοσοῦτον ὅσον οἱ καὶ τὸ ἓν καὶ δέκα τοῦ μία καὶ δέκα διαφέρειν λογομαχεῖν ματαιούμενοι. 124 SCHOLIA ARETHAE™ 14f15 θεόν τε ὁμοῦ καὶ ἄνθρωπον διαιρεῖς] συκοφαντία πλημμελής. 23sq. ὡς ἔοικεν, κατεσχηματισμένα ταῦτα καὶ οὐκ ἀληθείαι προῆγεν ὁ θεάνθρωπος· εἰ δὲ ἀλη θείαι, μάτην ἡ πρὸς Θεοδώρητον ἀλλόκοτος μέμψις, τὰ αὐτὰ κἀκείνου, εἰ καὶ τρανότερον, διεξιόντος. 125 SCHOLIA ARETHAE™ 14 χυδαιότης εἰ χυδαιότης, οὐκ οἶδα· τοῖς αὐτοῖς γοῦν καὶ αὐτὸς συμπερι φέρηι λόγοις. 127 SCHOLIA ARETHAE™ 10 τί δαί; οὐχὶ καὶ Βασιλείωι τῶι θείωι [de spirs. S.. 12] καὶ Γρηγορίωι τοῦτο δοκοῦν τῶι θεολόγωι ἐν τῶι πρὸς Εὐνομιανοὺς λόγωι; 19sq. συκοφαντία καὶ τοῦτο ποῦ γὰρ Θεοδώρητος διετείνατο δύο πρόσωπα ἐν τῶι κυρίωι Ἰησοῦ Χριστῶι πρεσβεύειν; 128 SCHOLIA ARETHAE™ 13 sq. τί τὸ διάφορον ἐνταῦθα τῶι ἀναθεματισμῶι, συνειδεῖν [sic] οὐκ ἔχω, ὥστε μάτην ἁλίσκονται διαπληκτιζόμενοι ἀλλήλοις οἱ

Unit 1 rem mid§u01-rem-mid

u01-rem-midRem mid: Unit 1; lemma continues; reading with the letter.

Greek · §u01-rem-mid

προκείμενοι πατέρες, ἀεὶ περὶ τὰ αὐτὰ στρε φόμενοι καὶ περὶ τῶν αὐτῶν τὰ αὐτὰ διαβεβαιούμενοι καὶ συμφωνοῦντες ὥστε οὐκ ἔχω εἰπεῖν ἀνθότου διάφοροι καθίστανται ἀλλήλοις. 130 SCHOLIA ARETHAE™ 16 εἰ ὀργανικὴν δίδως ὑπουργίαν τῶι ἀνθρωπίνωι τοῦ κυρίου, οὐδὲν δὲ ὄργανον ἄνευ τοῦ τεχνίτου τὸ ἑαυτοῦ ἐκτελέσειεν, τίς ἡ μέμψις τῶι τὰ αὐτὰ διατεινομένωι ὑμῖν; ἐρεῖς ἴσως ὅτι καθὸ μηδὲν πλέον ἔχον [ἔχων Y] τῶν ἀποστόλων δίδοται τῶι κυρίωι οὕτω προιόντι; ἀλλ' ἀγνοοῦντος ὁ λόγος τί μὲν τὸ συνυπάρχον ἀεὶ ὄργανον καὶ ἀνθυπόβλητον τῶι τεχνίτηι, τί δὲ τὸ δι' ἑτέρου καὶ ἐπικτήτου τὴν χρείαν ἀναπληροῦν. οὐδὲ γὰρ οἱ ξύλινοι φερεπόδες εἰς χορίαν [sic] παρα ληφθέντες ταυτόν τι τοῖς ἐγγενέσιν ποσὶν ὑποληφθεῖεν. 131 SCHOLIA ARETHAE™ 2f3 καὶ τίς τοῦτο τῶν εὐσεβῶν κἂν ἐπ' ἐννοίαι ἔλαβεν, ὅπου γε μηδὲ Θεοδώρητος; διὸ ἀκίχητα διώκεις, τὰ μηδὲ ὄναρ ὑποτετοπημένα τῶι διωκομένωι ἐπιχειρῶν ἀναιρεῖν. 2 132 SCHOLIA ARETHAE™ 1®7 οὐ κατὰ σκοποῦ οὗτοι βάλλοντες οἱ λόγοι. ὁ μὲν γὰρ δυάδα προσώπων ἐκκλίνειν φησίν, οὐδὲ [leg. ὁ δὲ] ἐπὶ φύσεων ἑνώσει τὴν ἔκκλισιν ἀκούει, ἐκεῖνο μεμφόμενος, οὗ μηδεμία διαστολὴ γέγονε. 12 καὶ τοῦτο περιεργότερον καὶ σοφιστικὸν καὶ κατὰ τὸ ἐν Ἰὼβ [11, 12] 20βροτὸς δ' ἄλλως ἐπινήχεται λόγοις.20 ποῦ γὰρ Θεοδωρήτωι λόγος σχετικῆς ἑνώσεως ἐφ' ἧι βρενθύεσθαι οὐδαμῶς κατηκενει [sic Y, καθῆκέ σοι?] 135 SCHOLIA ARETHAE™ 10 οὐ μὰ τὸν κύριον τῆς δόξης ἔργον ποιούμενος τὸ κατηγορεῖν, εἰ μὴ καὶ ἐναλήθως καθικνούμενος τῶν προτεθέντων λόγων. 10sq. καὶ τοῦτο συκοφαντία· ποῦ γὰρ καὶ πόθεν ἐστὶ δεῖξαι τοῦτο; 15 εἰ τὸ κατὰ σάρκα μέμφηι, μεμπτέος σοι καὶ Πέτρος ὁ ἀπόστολος πρῶτος τοῦτο εἰσηγησάμενος ἐν οἷς δημηγορῶν φησι πρὸς Ἰουδαίους περὶ τοῦ ∆αυὶδ λέγοντος περὶ Χριστοῦ· 20προφήτης οὖν ὑπάρχων καὶ εἰδὼς ὅτι ὅρκωι ὅμοσεν20 [sic] 20αὐτῶι ὁ θεὸς ἐκ τῆς ὀσφύος αὐτοῦ20 τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστόν [Act. 2, 30]. 18sq. ἀπροσπαθῶς καὶ φιλαλήθως ἐρεῖν οὗτοι, κενοδοξίαι κατακρατούμενοι καὶ τὸ [leg. τῶι] τίς τῶι ὀλεθρίωι ταινιωθείη αὐτῆς κράτει, οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν ὡς τὰ αὐτὰ περὶ τῶν αὐτῶν ὁμο γλώσσως διεξιῶντες [sic] κακεντρεχείαι δόξης κενῆς διάφωνα δεικνύειν ἀπηυθαδίσαντο. 138.30 SCHOLIA ARETHAE™ 6 καὶ ποῦ τοῦτο Θεοδώρητος οὗτος ἑάλω φθεγξάμενος, οὐκ ἔστιν εἰπεῖν, ὥστε συκοφαντεῖται νῦν ὁ ἀνήρ. 139.30 SCHOLIA ARETHAE™ 29 sq. τίς ὁ τοσοῦτος παράλογος ἐφ' ὅσον οὐδὲν τῶν δοκούντων διὰ τούτων ἐλέγχεσθαι Θεοδώρητος κατείληπται πρεσβεύων; ibid. συκοφαντία τοῦτο· ἢ δεικνύσθω τοῦτο. 140 SCHOLIA ARETHAE™ 16 εἶτα σὺ τί φής; οὐκ ἀνθρωπείαν φύσιν

Unit 1 rem close§u01-rem-close

u01-rem-closeRem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.

Greek · §u01-rem-close

ἀνειληφέναι τὸν θεὸν λόγον, ἀλλά τινα ἄνθρωπον; τῆς ἐμπλήκτου συμφωνίας πρὸς τοὺς εἰς δύο ὑποστάσεις τὸν ἕνα διαιροῦντας Χριστόν, καὶ ὅπως φθάσαντες παρεθέμεθα. 26 ἀλλὰ σὺ τί λέγεις; ἀρχιερεὺς οὐ κατὰ τὸ ἀνθρώπινον ἑαυτοῦ ὁ Χριστός, ἀλλὰ κατὰ τὸ θεῖον ἐλέχθη; καὶ τὸ θεικὸν αὐτοῦ τὸ χρίσμα τὸ ἱερατικὸν ἔσχηκε καὶ τὸ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱεράτευμα; τῆς ἀναισθήτου βίας καὶ τοῦ μηδὲ ὡς Κάιν εἰδότος πρὸς οἷς μὴ ὀρθῶς κρίνειν μηδὲ ὀρθῶς διαιρεῖν [Gen. 4, 7]. 141 SCHOLIA ARETHAE™ 10 sq. εἰ Θεοδωρήτου ταῦτα, ἀλλ' οὐ τοῦ θείου Παύλου τὰ ῥήματα, καλῶς ἔχει σοι τὰ ἐγκλήματα· εἰ δὲ τοῦ θείου Παύλου, ἀφεὶς τῶι γεννήτορι τῶν [τὸν Y] λόγων τὰς μέμψεις ἐπανατείνεσθαι Θεοδωρήτωι ἐπηρεάζειν προήιρησαι. ἐπεὶ δὲ Παῦλον οὐκ ἔχων ἐλέγχειν (οἶδας γάρ, δοκῶ μοι, ὅπως ἐκεῖνος φρονῶν ταῦτα προφέρει, ὥς γε δὴ καὶ Θεοδώρητος), ἄρα τῆς ἐπὶ τοῖς ῥητοῖς τούτοις ἐκλήψεως ὠλιγώρησας [ὀλιγώρησας Y] τοῖς ἃ [legas τῶι ἴσα] τοῖς ἐνδιαστρόφως ταῦτα φέρουσιν τὰ ὀνείδη Θεοδωρήτωι προσάπτεσθαι; τῆς ἀδικοδοξίας. 15 Παύλωι ταῦτα ἐγκαλῶν, ἐπὰν μὴ ὡς ἐκεῖνος εἴρηκεν, ταῦτα νοεῖν ἑκὼν τυφλώττεις, μέγας ἔσηι πρόβολός τε καὶ πρόμαχος τῶν ἀπὸ τῶν περὶ αὐτὰ ἐνδιαστρόφων νοημάτων εἰς ὀλεθρίας αἱρέσεις ὀλισθησάντων. 142 SCHOLIA ARETHAE™ 3 sq. ἀληθῆ τὴν ἕνωσιν καὶ πιστεύομεν καὶ κρειττόνως ἢ σύ· οὐ γὰρ ἐκ δύο ὑποστάσεων ταύτην φαμέν, ὡς σὺ πολλάκις ἁλίσκηι φρονῶν, ἀλλ' ἐκ δύο μὲν φύσεων, θεότητος καὶ ἀνθρωπότητος, μιᾶς δὲ ὑποστάσεως τοῦ θείου λόγου, ὃς φύσιν ἀνθρωπίνην λαβὼν ἤτουν ψυχὴν καὶ σῶμα ἠτώμωσεν [sic] ἐν ἑαυτῶι, καθὸ καὶ σύνθετος ἡ τοῦ κυρίου ὑπόστασις πρεσβεύεται τῆι τῶν πιστῶν ἐκκλησίαι. δύο δὲ φύσεις αὐτοῦ ἀκενοτόμητοι [sic], αἷς δυσὶ φύσεσι τὰ θεῖα καὶ τὰ ἀνθρώπινα ἐνήργει, οὐκ ἀνὰ μέρος δὲ διὰ τὴν ἄκραν ἕνωσιν· πῶς δέ, αὐτῶι μόνωι ἀνάκειται ἀκριβῶς εἰδέναι. εἰ δὲ σὺ τὴν ἀκρίβειαν ταύτην ἑαυτῶι ἐπανατιθεὶς 3 τὸ τινὰ ἑαυτὸν εἶναι θηρᾶις, οὐδεὶς σοὶ φθόνος πλὴν ἀποσχομένωι τοῖς τὸ ἁπλοῦν καὶ ἄδολον μυστήριον ἁπλῶς μετιοῦσιν βλασφήμως προσφέρεσθαι, καίτοιγε φιλαληθῶς ἐρεῖν [legas ἐκείνοις] οἷς βάλλεις [βαλλεῖν Y] ἄλλους τούτοις [τούτους Y] αὐτὸς πρῶτος ἐνεχόμενος. 143 SCHOLIA ARETHAE™ 1 sq. συκοφαντία τοῦτο· εἰ γὰρ μὴ τοῦτο, εὑρίσκεται καὶ ὁ θεολόγος Ἰωάννης τῆι αὐτῆι ἐνεχόμενος αἰτίαι δι' ὧν φησι καὶ 20ὁ λόγος σὰρξ ἐγένετο20 [Ioh. i, 14]. 9 οὕτως οἶμαι ὀρθῶς προενεχθείη τὰ προκείμενα τοῦ λόγου· οἱ τῶν ἐννοιῶν τῆς ὀρθότητος καὶ ἀληθείας ἀπολισθήσαντες. ὡς γὰρ νῦν ἔχει, ἀσύντακτον ὅλως καὶ ἀνελλήνευτον. 4

Contents ↑