Homiliae Unit 5 opening
Unit 5.
Lemma-led open — ἁμαρτημάτων ὁ λόγος ἐνδείκνυται, ὃ τῷ κατεγνωσμένῳ τὴν πρὸς τὸν δίκαιον πάροδον ἀπετείχισε
Greek
ἁμαρτημάτων ὁ λόγος ἐνδείκνυται, ὃ τῷ κατεγνωσμένῳ τὴν πρὸς τὸν δίκαιον πάροδον ἀπετείχισεν. 3.9.3 Καί μου τὴν ἑρμηνείαν Ἠσαΐας ὁ προφήτης ἐπισφραγίζεται πρὸς λαὸν ἄφρονα βαρέως ἀποτεινόμενος καὶ λέγων· Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου διασῶσαι; ἢ ἐβάρυνεν τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; Ἀλλ' αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ Θεοῦ. Εἰ δὲ ἁμαρτήματα ἀνθρώπους χωρίζειν οἶδεν Θεοῦ, οὐδὲν ἂν πλεονεξίας ἁμαρτωλότερον γένοιτο, ἣ καὶ παρὰ τῆς ἀψευδοῦς φωνῆς Παύλου, τοῦ τῆς ἀληθείας κήρυκος, εἰδωλολατρεία προσαγορεύεται καὶ πάντων τῶν κακῶν ῥίζα καὶ μήτηρ. 3.10.1 Πόθεν γὰρ οἱ τῆς μερίδος ὄντες ποτε τῶν χριστιανῶν καὶ κοινωνοὶ τῶν μυστηρίων πρὸς τὴν τῶν δαιμόνων λατρείαν εἱλκύσθησαν; Οὐκ ἔρωτι τοῦ πολλὰ κτήσασθαι καὶ κύριοι γένεσθαι τῶν ἀλλοτρίων; Λαβόντες δὲ ὑποσχέσεις παρὰ τῶν ἀθέων καὶ ἀσεβῶν ἢ ζωῆς ἀρχοντικῆς ἢ περιουσίας τῆς ἐκ βασιλικῶν ταμιείων, ὥσπερ ἱμάτιον ταχέως τὴν θρησκείαν μετημφιέσαντο. Καὶ τὰ μὲν τῶν ἀνωτέρω χρόνων τῆς ἡμετέρας ζωῆς μνήμη καὶ ἀκοὴ διεσώσατο καὶ ἐδίδαξεν. 3.10.2 Ἔστιν δὲ ἃ καὶ ὁ καθ' ἡμᾶς βίος τῇ πείρᾳ παρέδωκεν. Ὅτε γὰρ ὁ βασιλεὺς ἐκεῖνος ὁ τὸ προσωπεῖον τοῦ χριστιανοῦ ἀθρόον ἀποθέμενος, γυμνώσας δὲ τὸ δρᾶμα τὸ κωμικὸν ὃ ἐν πολλῷ τῷ χρόνῳ καθυπεκρίνατο, αὐτός τε ἀναιδῶς ἔθυεν δαίμοσιν καὶ τοῖς τοῦτο βουλομένοις ποιεῖν πολλὰ προετέθη τὰ χρέα, πόσοι τὴν ἐκκλησίαν ἀφέντες ἐπὶ τοὺς βωμοὺς ἔδραμον; πόσοι δὲ τὸ τῶν ἀξιωμάτων δέλεαρ εἰσδεξάμενοι μετ' ἐκείνου κατέπιον τὸ τῆς παραβάσεως ἄγκιστρον; 3.10.3 Στιγματίαι δὲ περινοστοῦσι κατὰ τὰς πόλεις, μισούμενοι· δακτυλοδεικτούμενοι προδόται καὶ οὗτοι τοῦ Χριστοῦ δι' ὀλίγον 15 ἀργύριον· ἐξόριστοι τοῦ καταλόγου τῶν χριστιανῶν, ὡς Ἰούδας τῶν ἀποστόλων· ἀπὸ τῆς προσηγορίας τοῦ παραβάτου γνωριζόμενοι, ὡς ἀπὸ τῶν ση μάντρων οἱ ἵπποι· ἑλκυσθέντες μόνον εἰς τὴν χαλεπωτάτην πασῶν ἁμαρτιῶν καὶ εὐθὺς ἀκολουθήσαντες τῷ τῆς βεβήλου καὶ μιαρᾶς δυσσεβείας μυσταγωγῷ. 3.11.1 Οὕτω τοίνυν κατὰ τὸν ἀπόστολον ἡ πλεονεξία καὶ εἰδωλατρεία γίνεται καὶ ῥίζα πάντων τῶν κακῶν ἐστιν, ἀφ' ἑαυτῆς ἀμυθήτους γεννῶσα κακίας. Ὡς γὰρ οἱ τὸν χρυσὸν ἐκ τῶν κόλπων τῆς γῆς ἀνιχνεύοντες φασὶν τὴν χρυσῖτιν γῆν ἐπ' αὐτῆς μὲν τῆς ἀρχῆς καὶ τῆς κυριωτάτης γενέσεως σωρηδὸν ἀποκεῖσθαι, ἐκεῖθεν δὲ ὥσπερ φλέβας τινὰς ἀπό τινος ἔνθεν καὶ ἔνθεν εἰς μακρὸν διήκειν καὶ πολυσχιδῶς ἀποτείνεσθαι κατ' αὐτάς που τὰς ῥίζας τῶν δένδρων, τὰς ἐκ τοῦ πρέμνου διαπλουμένας, οὕτως κἀνταῦθα πολλὰς βλέπων τὰς ἀποφύσεις μιᾷ ῥίζᾳ, τῇ πλεονεξίᾳ, τὰς πάσας συνδε δεμένας εὑρίσκω. 3.11.2 Καὶ μέντοι καὶ οὐκ ἀνοικεῖον εὗρεν ὁ λόγος πρὸς πλεονεξίαν ἐκ τοῦ χρυσοῦ τὸ ὑπόδειγμα. Ἐντεῦθεν ὁρῶ τὸν πατραλοίαν τῆς κεφαλῆς τῆς γεννησάσης κατατολμῶντα, οὐκ αἰδούμενον δὲ οὔτε τὴν πολιὰν οὔτε τὸ πατρικὸν ἀξίωμα, ἀλλὰ τῇ ἐπὶ πλέον ζωῇ τοῦ γέροντος βαρούμενον. Πάντα γὰρ ὁρῶν ἐπὶ τῆς οἰκίας ἄφθονα καὶ τὴν ἐξουσίαν τῶν βλεπομένων οὐκ ἔχων, ἐπιθυμῶν δὲ κύριος εἶναι αὐτῶν τε καὶ τῆς περιουσίας στενοῦται τῇ πατρικῇ αὐθεντείᾳ. 3.11.3 Καὶ τὰ μὲν πρῶτα σιωπᾷ καὶ ἐν τῷ βάθει κατέχει τὴν νόσον· τῷ χρόνῳ δὲ τὴν ἐπιθυμίαν πλεονάσας καὶ πληρωθεὶς τὴν ψυχὴν ἀθρόον ἐκρήγνυσι τὴν κακίαν, ὡς ἐπὶ τῶν σωλήνων τὰ ὕδατα. Καὶ λοιπόν ἐστιν ἀφόρητος τῷ πρεσβύτῃ, μονον ουχὶ
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.