Homiliae · §u05-rem-mid

Unit 5 rem mid

Rem mid: Unit 5; lemma continues; reading with the letter.

Greek

ἀπειργάζοντο. 3.13.1 Ἐντεῦθεν τὴν φυσικὴν πρὸς ἀλλήλους φιλίαν ἀπώλεσαν ἄνθρωποι καὶ σίδηρον ἀκονῶσι καὶ συγκροτοῦσι παρατάξεις καὶ ὥσπερ τινὰ θηρία μετὰ πολλῆς τῆς ἀγριότητος ἀλλήλοις συνάπτουσι. Τὰ δὲ ἀκόλουθα τούτοις πῶς ἄν τις καὶ ἐξηγήσαιτο; 3.13.2 Τείχη καρτερὰ τοῖς μηχανήμασι κατασείεται καὶ πόλεις ἁλίσκονται καὶ γυναῖκες ἄγονται καὶ παῖδες ἀνδραποδίζονται· τέμνεται γῆ καὶ κείρεται καὶ τὰ δένδρα πολεμοῦνται ὡς ἀδικήσαντες ἄνθρωποι· φόνος δὲ τῶν ἐν ἀκμῇ πολὺς καὶ οἱ τοῦ αἵματος ῥύακες ἀπορρέουσι τῶν ἀθλίων σωμάτων· ὁ δὲ πλοῦτος τῶν ἡττηθέντων ἆθλον τῶν κρατησάντων. 3.13.3 Ἐπὶ τούτοις ὀδυρμοὶ χηρείας, ὀρφανῶν δάκρυα καὶ πατέρας ὁμοῦ καὶ τὴν ἐλευθερίαν θρηνούντων· ὁ δὲ πρώην κύριος πλούτου πολλοῦ ἄρτου μεταιτεῖ τέμαχος προτείνων τὴν δεξιάν· καὶ ὁ πολλοὺς ἔχων δούλους ὑφάντας καὶ οἰκίας γεμούσας ἐσθῆτος ῥάκια περιβεβλημένος δουλεύει, ὕδωρ πρὸς ἀνάγκην κομίζων καὶ τοῦ ἱππῶνος ἀποξύων τὴν κόπρον καὶ ταῖς αἰσχραῖς ὑπηρεσίαις διακονούμενος· ἄλλα μυρία κακά, ἃ περιλαβεῖν ἀθρόως ἀδύνατον. 3.13.4 Τούτων δὲ πάντων ἀρχὴ καὶ αἰτία καὶ ῥίζα ἡ τοῦ πλείονος ἐπιθυμία, ἔρως ἄδικος τῶν ἀλλοτρίων κτημάτων. Εἰ δέ τις τοῦτο τὸ πάθος τῶν ἀνθρώπων ἐξέκοψεν, οὐδὲν ἐκώλυσεν εἰρήνην μὲν τῷ βίῳ βαθεῖαν ἐμπολιτεύεσθαι, πολέμους δὲ καὶ ταραχὰς ἐξ ἀνθρώπων φυγαδευθῆναι, ἐπανελθεῖν δὲ πάντας ἐπὶ τὴν κατὰ φύσιν στοργὴν καὶ φιλίαν. 3.13.5 ∆ιὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν ἐπιμελῶς τοῖς παραγγέλμασι ταύτην ἐξιᾶται τὴν νόσον ποτὲ μὲν ἀποφαινόμενος· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ· ποτὲ δὲ τὸν πλούσιον ἐκεῖνον ἄθλιον ἀποφαίνων, τὸν τῇ ἑξῆς τελευτᾶν μέλλοντα καὶ τὴν μακροχρόνιον ἀπόλαυσιν τὴν τρυφῆς ἑαυτῷ προτυποῦντα· καὶ ἀλλαχοῦ τὸν τέλειον ἐκεῖνον εἶναι διδάσκων, ὃς ἂν πάντων ὧν ἔχει τοῖς δεομένοις παραχωρήσας πρὸς τὴν ἀκτήμονα φιλοσοφίαν αὐτομολήσει, τὴν μητέρα τῆς ἀρετῆς καὶ ὁμόσκευον. 3.14.1 Ἀλλά μοι δοκῶ καὶ σιωπώντων ἀκούειν τῶν ἐκ συνηθείας τὰ τοιαῦτα φθεγγομένων πρὸς τοὺς διδάσκοντας· Καὶ πῶς τὸν βίον διατε λέσομεν, εἰ ἡ κτῆσις τῶν χρημάτων ἀμεληθείη; πῶς δὲ ταῖς χρείαις ἐπαρκέσομεν; πῶς λυθήσεται δάνεισμα; πῶς δὲ καὶ δοθήσεται δάνος τῷ ζητοῦντι, ἂν πάντες ὦμεν διὰ τὴν σὴν παραίνεσιν ἄποροι; Ἀπίστου τὸ ῥῆμα, ἀσυνέτου ἡ φωνή, οὐκ εἰδότος, ὅτι δεσπότην ἔχομεν τὸν Θεόν, οἰκονόμον τοῦ βίου, τῷ γενομένῳ ζῴῳ παρ' ἑαυτοῦ χορηγοῦντα τὰ χρήσιμα καὶ τοὺς ἀναγκαίους πορισμοὺς τῆς τροφῆς καὶ τῶν σκεπασμάτων τὴν χρείαν. 3.14.2 Ἡ γὰρ πρόνοια τοῦ Θεοῦ τῶν οἰκείων ποιημάτων ἐστὶν περιεκτική· καὶ τὸν ἐν πίστει πλουτοῦντα πενίας οὐδέποτε κατέσχεν συμφορά. Ἓν δὲ τῶν θείων προκομίσας λόγιον εἰς ἀπόδειξιν τοῦ προκει μένου ἱκανήν, ὡς οἶμαι, μαρτυρίαν παρέξω. 3.15.1 Ἐν τῇ τῶν Βασιλειῶν ἱστορίᾳ

About this text

Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.