Unit 9 rem close
Rem CLOSEOUT: Unit 9 CLOSEOUT.
Greek
ἀνατρέπειν ἐσπούδαζον, τοσούτῳ πλέον ἐβεβαιοῦτο ἡ ἀλήθεια· καὶ ταὐτὸν ἔπασχον τῶν θηρίων ἐκείνοις, ἃ πληγέντα παρά τινος καὶ μηδέπω πᾶσαν τὴν αἰχμὴν ἐν τῇ γαστρὶ δεξά μενα τῇ πρὸς τὸν ἄνθρωπον ὁρμῇ καὶ φιλονεικίᾳ ὅλον ἐφ' ἑαυτὰ συνωθεῖ τὸν σίδηρον. 7.8.1 Πρώτη πολυπραγμοσύνη· Εἰ οὗτος αὐτὸς ὁ τυφλὸς καὶ μὴ ἕτερος ἀντ' ἐκείνου ἐδείχθη· τοῦτο σαφῶς τοῦ ἀνθρώπου διαμαρτυρομένου καὶ κεκραγότος καὶ τὴν ἀκολουθίαν τῆς θεραπείας σαφῶς ἀπαγγέλλοντος, ὅτι καὶ πηλὸς κατεχρίσθη τὸ τῆς τυφλότητος φάρμακον, ὅτι καὶ κολυμ βήθρα τὸν πηλὸν ἀπονίψασα τὸ βλέπειν παρέσχεν. Ταῦτα περιεργάζοντο γείτονες καὶ ἐμάνθανον· ἀνεζήτουν οἱ Φαρισαῖοι καὶ οὐκ ἐπείθοντο. 7.8.2 ∆ευτέρα τέχνη εἰς ἀθέτησιν τοῦ γενομένου παρελαμβάνετο τὸ πειρᾶσθαι δεικνύειν, ὡς οὐκ ἔστιν ὁ Χριστὸς ὁ ἐνεργήσας τὴν θεραπείαν. Ἐπειδὴ δὲ ἄνθρωπος τὸν σωτῆρα ἐβόα καὶ τῇ ὁμολογίᾳ καὶ τῷ κηρύγματι ἀντεδίδου τὴν χάριν καὶ τὸν εὐεργέτην ἐδημοσίευεν, ἀποφραττόμενοι τὰ στόματα, ἰλιγγιῶντες τὴν γνώμην, οὐκ ἔχοντες ὅ τι καὶ πράξωσιν, 7.8.3 ἐπὶ τὴν τοῦ πάθους πάλιν ἀνατρέχουσι ζήτησιν καὶ εἰ ἐκ γενετῆς τυφλός, τοῦτο περιεργάζονται καὶ τοὺς γονεῖς ἀναζητοῦσι τοῦ ἀνθρώπου καὶ ἀκριβεῖς ἐξετασταὶ γίνονται τῶν καθ' ἕκαστον, οὐχ ἵνα βεβαιώσωσι τὸ πραχθέν, ἀλλ' ἵνα ἀνατροπήν ποθεν τοῦ θαυμασίου λάβωσι καὶ ψευδῆ τινα σκευωρίαν κατασκευάσαντες τὸ πιστεῦον πλῆθος τῆς ὁρμῆς ἀνατρέ ψωσιν. Ὢ κακίας ὑπερβολή! 33 7.8.4 Μάχεσθαι πρὸς τὴν ἀληθείαν καὶ μὴ προσκυνεῖν τὸν ταῦτα ποιοῦντα, ἀλλὰ διασύρειν τὸν εὐεργέτην· μὴ θαυμάζειν τὴν δύναμιν, ἀλλ' ἐξευτελίζειν πειρᾶσθαι τὰ πράγματα. Πείσθητε καὶ παρὰ τῶν γονέων, ὦ Φαρισαῖοι, ὅτι μετὰ τῆς τυφλότητος ἐτέχθη ὁ ἄνθρωπος· καὶ πάλιν ἐπὶ τὸν τυφλὸν ἀνατρέχετε, ἐκ δευτέρου καὶ τρίτου παρ' ἐκείνου πληροφορούμενοι τῶν κακῶν ἐπιχειρημάτων καὶ τῶν ἐπιβουλῶν. 7.8.5 Ἀλλ' ὅτ' ἂν τῆς πρώτης ἐκπέσητε πείρας, ἐπὶ τὴν δευτέραν χωρεῖτε· ὅτ' ἂν τῆς δευτέρας, ἐπὶ τὴν τρίτην· ὅτ' ἂν τῆς τρίτης ἐπὶ τὴν καθεξῆς. Ἀλώπεκος κακουργούσης ἀναστρέφεσθε δρόμους καὶ πανταχοῦ μὲν ὑμᾶς τὰ δίκτυα τῆς ἀληθείας περιεστοίχισται· ἄφυκτος δὲ ἡ ἀπὸ θαυμασίου διέξοδος. Ὅμως δὲ πάσης οὐκ ἀμελεῖτε πλοκῆς ἱστὸν ἀράχνης ὑφαίνοντες, ποικίλως μέν, ἀλλ' ἀσθενῶς καὶ ἀνηνύτως ἐπιβουλεύοντες. 7.9.1 Πατρικὸν ὑμῶν τὸ νόσημα. Ἀπίστων πατέρων ὅμοιοι παῖδες. Τοιοῦτοι κἀκεῖνοι τὸν τρόπον περὶ τὰ θαυμάσια τὰ κατ' Αἴγυπτον. Ἐκ πολέμων ἐσώζοντο καινῶς καὶ παρ' ἐλπίδας καὶ τῷ διδόντι τὴν σωτηρίαν ἠπίστουν· ἐτρέφοντο τροφαῖς ὑπερβαινούσαις τὴν φύσιν καὶ τῶν λιμωττώντων ἦσαν πλέον ἀχάριστοι· μάννα ὑπεδέχοντο οὐρανόθεν πεμπόμενον καὶ τῶν Αἰγυπτιακῶν σκορόδων τε καὶ κρομμύων τὴν δυσωδίαν ἐπόθουν· 7.9.2 στύλῳ νεφέλης τὴν ἡμέραν ἐπεσκιάζοντο, ἵνα μὴ τῇ θέρμῃ τῆς ἡλιακῆς ἀκτῖνος ταλαιπωρήσωσι, καὶ στύλῳ πυρὸς ἐν νυκτὶ κατελάμποντο ἄλλον φωστῆρα καινὸν παρὰ τὴν σελήνην λαβόντες ἐξαίρετον, καὶ ὡς οὐδεμίας ἐνεργείας θεϊκῆς ἀπολαύοντες οὕτως καινοὺς καὶ μετεώρους ἐζήτουν θεοὺς εἰσπράττοντες, ἵνα μικρὸν ἐπὶ τοῦ ὄρους κατασχεθεὶς Μωϋσῆς ἐν τῇ δόσει τοῦ νόμου τὴν ἐπάνοδον παρελκύσῃ. 7.9.3 Ὑμεῖς ἀληθῶς κληρονόμοι τῆς ἐκείνων ἀγνωμοσύνης καὶ τὸν νόμον οὐκ ἀγαπήσαντες καὶ τὴν χάριν μισοῦντες, οὐ ῥάβδου καρυΐνης ἐπιστασίας, ἀλλὰ σιδηρᾶς χρῄζοντες. 7.10.1 Ἄνθρωπον ὁρᾶτε παρελθόντα μὲν εἰς φῶς, ἐν σκότῳ δὲ μέχρι πόρρω τῆς ἡλικίας διατελέσαντα ἀνενέργητον τὰς ὄψεις, ἀλλοτρίοις ὀφθαλμοῖς ὁδηγούμενον, καθ' ἡμέραν πρὸ τοῦ ἱεροῦ καθήμενον, δημο σιεύοντα τὴν συμφοράν, ἵνα πολλοὺς εἰς ἔλεον ἐφελκύσηται, τὴν πόλιν ἔχοντα τοῦ πάθους μάρτυρα, βλέποντα νῦν καὶ ἰαθέντα ταχέως, οὐ φαρμάκων ποικίλων συνθέσει, οὐδὲ σιδήρου τομαῖς, ἀλλὰ πηλῷ μόνῳ, καὶ τούτου διὰ σιέλου γενομένου· 7.10.2 καὶ πῶς οὐ τεθήπατε, οὐκ ἐκπλήτ τεσθε, οὐ καταβάλλοντες εἰς γῆν προσκυνεῖτε τὸν ἀπὸ γῆς ὀφθαλμοὺς κτίσαντα καὶ σέβετε τὴν θεϊκὴν ἐνέργειαν; Φθόνῳ δὲ διαρρήγνυσθε καὶ ζηλοῦτε τὸν Θεὸν ὡς ἀντίτεχνον, ὡς δημιουργοὶ δημιουργόν, ὡς ὁμόφυλοι τὸν ὁμότιμον. 7.10.3 Καὶ παλαιᾶς μὲν ἐντυγχάνοντες βίβλοις, ὅσαι ἐπὶ τῇ τοῦ λαοῦ οἰκονομίᾳ ἐγράφησαν, καὶ ὅσαι τὰς τῶν βασιλέων ἀρχὰς καὶ τὴν ἐπ' ἐκείναις ἱστορίαν σαφῶς ἐκδιδάσκουσιν, εὐπειθῶς περὶ ἑκάστου τὰ λεγόμενα παραδέχεσθε, ὡς Μωϋσέα μὲν μικροῦ δέοντος νομίζειν Θεὸν καὶ Ἑλισσαῖον ὑπερθαυμάζειν καὶ τὸν τούτου διδασκάλον τὸν
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.