Unit 11 rem mid
Rem mid: Unit 11; lemma continues; reading with the letter.
Greek
μασθεὶς παρὰ τοῦ ὄντως μακαρίου, πέτρα καλεῖται τῆς πίστεως καὶ θεμέλιος καὶ ὑποβάθρα τῆς κατὰ Χριστὸν ἐκκλησίας. 8.13.3 Λαμβάνει δὲ διὰ τῆς ὑποσχέσεως τῆς βασιλείας τὰς κλεῖς καὶ κύριος γίνεται τῶν ἐκείνης πυλῶν, ὥστε αὐτὰς ὑπανοίγειν οἷς ἂν ἐθέλοι καὶ κλείειν οἷς ἂν δίκαιον ᾖ, πάντως δὲ τοῖς βεβήλοις καὶ ἀνιέροις καὶ τοῖς ἀρνουμένοις τὴν ὁμολο γίαν ἐκείνην δι' ἣν αὐτὸς ὡς ἀκριβὴς τῶν ἀγαθῶν φύλαξ ἐπιστατεῖν ταῖς εἰσόδοις τῆς βασιλείας ἐτάχθη. 8.14.1 Ὢ τοῦ ζόφου καὶ τῆς ἀχλύος, ἣ πολλὴ κέχυται πρὸ τῶν ἀνθρω πικῶν ὀφθαλμῶν, δι' ἣν οὐ βλέπουσιν αἱρετικοὶ τῶν πατέρων τὰ ἴχνη οὐδὲ βαδίζειν ἐκείνην δύνανται, ἣν ἔτριψαν τῶν ἀποστόλων οἱ πόδες. Ἰδοὺ γὰρ Πέτρος ὁ κατ' ἐκλογὴν γνήσιος τοῦ Χριστοῦ μαθητής, ὁ πανταχοῦ τὴν πρώτην ψῆφον καὶ τῶν τιμῶν καὶ τῶν κατορθωμάτων δεξάμενος, ὁ μέγας ἐκεῖνος ὁ πάνυ, οὗ τὸ κλέος πᾶσαν τὴν οἰκουμένην ἐπλήρωσεν, 8.14.2 κελευσθεὶς εἰπεῖν ὅπως δοξάζει περὶ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, οὐκ ἀπὸ μακρᾶς τινος ἤρξατο περινοίας οὐδὲ κύκλον συλλογισμῶν καὶ πραγμάτων περιβαλόμενος ἀπεκρίνατο πρὸς τὴν πεῦσιν ὥσπερ δὴ νῦν ποιεῖν εἰώθασιν οἱ δεινοὶ σοφισταὶ καὶ τεχνολόγοι τῆς πίστεως, ἀλλ' ἐν ἁπλότητι καρδίας σύντομον ἐξέθετο τὴν ἀλήθειαν, οὐ τὸν ἀγέννητον διαστείλας τῷ γεννητῷ, οὐ τὰ περὶ ὁμοίου καὶ ἀνομοίου λεπτολογήσας ἐμπλήκτως, οὐδὲ τῶν ὑπὲρ πᾶσαν οὐσίαν πολυπραγμονήσας διαφοράν, οὐδὲ τὴν ἀμέτρητον θεότητα μετρήσας συλλογισμοῖς οἷον δὴ τὰ Ἀρείου παίγνια καὶ τοῦ Εὐνομίου παρεγχειρήματα. 8.14.3 Ζηλώσωμεν τοίνυν, ὦ χριστιανοίὧν πίστις, οὐ πολυλογία τὸ γνώρισματὸν ἁλιέα, τὸν ἀπερίεργον, τὸν ἐκ Βεθσαϊδὰ γέροντα, τὸ πρῶτον θήρευμα τοῦ Χριστοῦ. Μελετήσωμεν λέγειν· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, τὰ δὲ πλείονα τούτων ἀφιέναι τοῖς λογομάχοις, ὧν ἔρις τὸ ἔργον καὶ τὸ τέλος ἀπώλεια. 8.15.1 Ἆρ' οὖν μέχρι τῶν λεχθέντων ἵσταται τοῦ ἀποστόλου τὰ θαύματα; ἢ πᾶν τοὐναντίον οὐδὲ ἦρχθαι δοκοῦμεν, εἴ τις τοῖς εἰρημένοις παραμε τροίη τὰ λείποντα. Ἀλλ' ἐγὼ τὰ πολλὰ τῇ ὑμετέρᾳ γνώσει καταλιπών ἴστε γὰρ τὸν Πέτρον καὶ τὰ ἐκείνου, κἂν μηδεὶς ἐπαινεῖν τὸν ἄνδρα προέληταιμικρὰ περὶ τῆς ἀναπαύσεως αὐτοῦ εἰπεῖν βούλομαι καὶ ὅπως ἐκ τῆς γῆς εἰς τὸν οὐρανὸν μετῴκησεν, ἵν' ἐκεῖ τοῦ λέγειν παύσωμαι ἔνθα κἀκεῖνος τὸν βίον. 8.15.2 Ὁ μὲν οὖν Σωτὴρ ἡμῶν ἡνίκα ἔμελλεν ἐγγίζειν τῷ αὐθαιρέτῳ θανάτῳ, ὥσπερ τινὰ παρακαταθήκην ἐξαίρετον τὴν καθόλου καὶ οἰκουμενικὴν ἐκκλησίαν τούτῳ τῷ ἀνδρὶ παρατίθεται τρίτον αὐτοῦ πυθόμενος τὸ Φιλεῖς με; Ὡς δὲ ταῖς ἐρωτήσεσι μάλα προθύμως ἰσαρίθμους τὰς ὁμολογίας ἐξέθετο, ἔλαβεν τὸν κοσμὸν εἰς ἐπιμέλειαν ὡς 41 μίαν ἀγέλην εἷς ποιμὴν ἀκούσας· Βόσκε τὰ ἀρνία μου· καὶ σχεδὸν ἀνθ' ἑαυτοῦ τὸν πιστότατον μαθητὴν ἔδωκεν ὁ Κύριος τοῖς προσηλύτοις πατέρα καὶ νομέα καὶ παιδευτήν. 8.15.3 Ταύτης τοίνυν ἀκούσας τῆς φωνῆς οὐκ ἐν ῥᾳθυμίᾳ τὸν βίον ἔζησεν οὐδὲ ἠγάπησε τὴν ἔξω κινδύνων ζωήν, ἀλλὰ πᾶσαν τὴν οἰκουμένην περινοστῶν τὸν Χριστὸν τοῖς τυφλώττουσιν ἀπεκάλυπτεν, τοὺς μὲν πλανωμένους ὁδηγῶν, τοὺς δὲ γευσαμένους τῆς σωτηρίας στηρίζων, τοῖς ἐχθροῖς μαχόμενος, τοὺς οἰκείους παρακα λῶν, διωγμῶν ἀνεχόμενος, φέρων ἀχθηδόνα δεσμωτηρίων, πολυτρόπως τοῦ εὐαγγελίου προκινδυνεύων. 8.16.1 Χρόνου δὲ προϊόντος τὴν βασιλεύουσαν τῶν ἀνθρώπων πόλιν καταλαβὼν ἐκεῖθεν ἐπὶ τὴν βασιλείαν ἀνέδραμεν. Ἀναρριπισθεὶς γὰρ ὁ Νέρων εἰς ὀργὴν ὥς ποτε κατὰ τὴν Παλαιστίνην Ἡρώδης ἡνίκα βασιλέα τὸν Χριστὸν οἱ μάγοι διήγγελλον, ὑπερβαίνει μὲν τοὺς ἄλλους τῶν κολάσεων τρόπους, ψηφίζεται δὲ τὸν τρισμακάριον ξύλῳ προσηλω θῆναι σταυροῦ, ἵνα μὴ μόνον πεζεύων θάλασσαν Πέτρος τὸν ∆εσπότην μιμῆται, ἀλλὰ καὶ ἐπὶ τοῦ ξύλου κρεμάμενος. 8.16.2 Ὅμως ὡς εὐλαβὴς καὶ σοφὸς κἀν τῷ καιρῷ τῆς ἀγωνίας εἰδὼς τίς διαφορὰ Κυρίου πρὸς δοῦλον μίαν ᾔτησε παρὰ τῶν ἐχθρῶν χάριν μήτοι γε ἐν ὁμοίῳ τῷ σχήματι τῷ ξύλῳ προσαγαγεῖν, ἀλλὰ τὴν κεφαλὴν τῷ προσγείῳ μέρει τοῦ σταυροῦ προσηλώσαντας. Οὐ γὰρ ἄξιον οὐδὲ ἐν πάθει τῶν ἴσων τὸν δοῦλον τῷ ∆εσπότῃ τυχεῖν. Εἶπεν καὶ ἔτυχεν ὧν ἐβούλετο καὶ διὰ τοῦ σταυροῦ πρὸς τὸν σταυρωθέντα καὶ ἀναστάντα ἀπῆλθεν, αὐτὸς μὲν τὸν τοῦ μαρτυρίου ἀναδησάμενος στέφανον, ἡμῖν δὲ τούτων τῶν ἑορτῶν καταλιπὼν τὰς αἰτίας. 8.17.1 Ταῦτά σοι καὶ ἡμεῖς κατὰ δύναμιν, ὦ φίλη καὶ ἱερὰ κεφαλή, τῶν πολλῶν κατορθωμάτων ἀπεδώκαμεν χαριστήρια· ὥρα δὲ λοιπὸν ἐπ' ἄλλον ἀγωνιστὴν τρέψαι τὸν λόγον, τὸν
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.