Homiliae Unit 12 opening
Unit 12.
Lemma-led open — ὡς Παῦλος τῷ σταυρῷ καὶ τοῖς ἥλοις γράφων ἑαυτὸν πᾶσι δεσμώτην καὶ πλέον τῷ σιδήρῳ καλλυνό
Greek
ὡς Παῦλος τῷ σταυρῷ καὶ τοῖς ἥλοις γράφων ἑαυτὸν πᾶσι δεσμώτην καὶ πλέον τῷ σιδήρῳ καλλυνόμενος ἢ αἱ κόραι τῷ κοσμοῦντι χρυσῷ. 8.22.1 Ἐξαίφνης τε περιήστραψεν αὐτὸν φῶς ἐκ τοῦ οὐρανοῦ. ∆ιὰ τί οὐ φαίνεται αὐτῷ ἐν μορφῇ ἀνθρώπου ὥσπερ καὶ Στεφάνῳ ἐκ τοῦ οὐρανοῦ, ἀλλ' ἐν εἴδει πυρὸς ἢ φωτός; Ὅτι Στεφάνῳ μὲν ὡς τελείῳ καὶ εἰδότι τὸ τῆς ἐνανθρωπήσεως μυστήριον καὶ μηδὲν βλαπτομένῳ ἐκ τῆς εὐτελείας τῆς καθ' ἡμᾶς καλῶς οὕτως ἑαυτὸν ἐπεδείκνυ ὥσπερ οὖν καὶ ἀνῆλθεν ἐπὶ τὸν οὐρανόν, 8.22.2 Παύλῳ δὲ ὡς διὰ τοῦτο μὴ καταδε χομένῳ Θεὸν ὀνομάζειν τὸν Ἰησοῦν, ἐπειδὴ ἐν σώματι παρεγένετο πρὸς ἡμᾶς, οὐ φαίνεται ἄνθρωπος, ἵνα μὴ βεβαιώσῃ ἀπίστῳ τὸ πρόσκομμα, ἀλλὰ μᾶλλον ἐν ἰδέᾳ ἀστραπῆς καὶ φωτός, ἵν' ἐκ τοῦ νόμου καὶ Μωϋσέως αὐτὸν ἐφελκύσηται. Κἀκεῖ γὰρ ὁ αὐτὸς οὗτος Θεὸς τῷ Μωϋσεῖ ἑαυτὸν ἐμφανίζων ἐν πυρὶ ἐλάλει· καὶ τὸν νόμον διδοὺς ἐπὶ τοῦ Σινᾶ, πυρὶ κατα λάμπων τὸν Ἑβραῖον ἐνεχείριζε τὰς πλάκας αὐτῷ. 8.22.3 Περιαυγάζει τοίνυν αὐτόν, ἵνα τὸν νοῦν ἐπιβαλὼν τῇ ὁμοιότητι τῶν τότε γενομένων καὶ νῦν καὶ ὥσπερ ἐκ λήθης τινὸς ἑαυτὸν ἀφυπνίσας γνωρίσῃ τῆς μιᾶς δυνάμεως ὄντα τὰ θεοφάνια· ἀποστέλλει δὲ ἐξ οὐρανοῦ τὴν αὐγήν, ἵνα μηκέτι περὶ τὴν Βηθλεὲμ καὶ τὴν Γαλιλαίαν στρεφόμενος τῇ διανοίᾳ ὁ Παῦλος υἱὸν τοῦ ∆αβὶδ ὀνομάζῃ τὸν Χριστὸν καὶ ἄνθρωπον καὶ πάντα τὰ ἄλλα, τὰ τῆς οἰκονομίας ὀνόματα, διδαχθῇ δὲ σαφῶς ὅτι Θεὸς ὢν ἄνωθεν ἀφίκετο πρὸς ἡμᾶς, ὅθεν καὶ νῦν ἐπιφαίνεται. 8.23.1 Εἶτα προστίθησι σοφῶς· Ἐγώ εἰμι Ἰησοῦς· οὐκ εἶπεν ἐγώ εἰμι ὁ Θεὸς ἢ ὁ υἱὸς τοῦ Θεοῦ, ἀλλ' Ἰησοῦς· τὸ τῆς συγκαταβάσεως ὄνομα, ἵνα βεβαιώσῃ 43 τὴν τῆς σαρκώσεως πίστιν πρὸς ἣν Ἰουδαῖοι ἐσκανδαλίζοντο. Ἐγώ εἰμι ἐκεῖνος ὃν ἐρραπίζετε, ὃν ἐφραγελλοῦτε, ὃν εἵλκετε καὶ ἐφέρετε νῦν μὲν πρὸς Καϊάφαν, ὕστερον δὲ πρὸς Πιλᾶτον, ὃν ἀπεκαλεῖτε συνεχῶς υἱὸν τοῦ τέκτονος, ὃν ἐν τοῖς νεκροῖς ἠριθμεῖτε γελῶντες μεγάλα πρὸς τοὺς κηρύττοντας τὴν ἀνάστασιν. 8.23.2 Ἐκείνοις νῦν λαλῶν οὐ φαίνομαι· παρὼν οὐχ ὁρῶμαι· φωτίζων ψυχὴν ὀφθαλμοῖς ἐπάγω[ν] τυφλότητα. Πίστευσον οὖν, ὅτι καὶ Στεφάνῳ ἐφαινόμην ὅτε τοῦτο λέγων πρὸς ὑμᾶς ἠπιστεῖτο. Σκλῆρον οὖν σοι πρὸς κέντρα λακτίζειν. Κέντρα λέγει τοῦ σταυροῦ τοὺς ἥλους. Ὡς γὰρ ὁ σιδήρῳ τεθηγμένῳ ἐνρηγνύμενος οὐκ ἐκεῖνον διαφθείρει πῶς γὰρ τὸν σκληρόν; ἑαυτὸν δὲ τιτρώσκει, οὕτω καὶ ὁ πρὸς Θεὸν φιλονεικῶν αὐθαίρετον ἐπισπᾶται τὸν ὄλεθρον. 8.23.3 Σωφρόνησον οὖν τοῦ λοιποῦ καὶ τὴν ὄψιν ἀπολέσας διὰ τῆς θαυμαστῆς λαμπηδόνος νῦν μάλιστα νόησον, ὅτι διὰ τοῦτο ἐνεδυσάμην σῶμα καὶ ἐγενόμην ἄνθρωπος, ἵνα μὴ πάντες τυφλωθῶσιν οἱ γυμνοὶ παραπετάσματος προσομιλοῦντες θεότητι. 8.24.1 Ταῦτα· καὶ χειραγωγούμενος ὁ Παῦλος ἀπήγετο ἐλεεινὸν θέαμα, μᾶλλον δὲ χάριεν καὶ θυμηδίας ἄξιον. Ἐδέθη ὁ λύκος, ἐσωφρονίσθη ὁ ἅρπαξ, ἡμερώθη ὁ ἄγριος, ἐβάδιζε πράως ὁ τρέχων, ἀπήγετο μαθητὴς ὁ τῶν μαθητῶν τύραννος, ἤγετο πιεῖν τοῦ ἄλλου τὸ αἷμα ὁ τῷ αἵματι Στεφάνου μεμολυσμένος τὰς χεῖρας. Ἐπὶ τρεῖς δὲ ἡμέρας διετέλεσεν ἐν τυφλότητι ζῶν. Καὶ μάλα εἰκότως. Ὁ γὰρ εἰς τὴν Τριάδα διαμαρτὼν δικαίως ἰσάριθμον τῆς ἁμαρτίας κατεδικάσθη τὴν τιμωρίαν. Οὕτως μὲν οὖν ὁ θεσπέσιος ἐμυσταγωγήθη πρὸς τὴν εὐσέβειαν. Ἐπειδὴ δὲ τῆς ἀληθείας ἐγεύσατο καὶ διὰ τῆς πείρας ἔμαθεν, ὅτι ζῇ ὁ Χριστὸς καὶ ἔστιν καὶ βασιλεύει τῶν ὅλων, οὔτε δὲ ἐφθάρη παρὰ τοῦ θανάτου οὔτε ἐκλάπη παρὰ τῶν μαθητῶν, ταχέως ἐκ τοῦ νόμου μεταταξάμενος πρὸς τὸ εὐαγγέλιον πᾶσι κατήγγελλε Θεὸν τὸν Χριστόν, ὃν χθὲς καὶ πρώην ἐλοιδόρει ταῖς βλασφημίαις, καὶ τοιοῦτος ἦν σύμμαχος οἷος καὶ πολέμιος· ἰσχυρὸς γὰρ ἀμφότερα. 8.25.2 Ἀθρόον δὲ καὶ ἀδοκήτως εἰσελθὼν εἰς τὰς συναγωγὰς ∆αμασκοῦ τοῦ νόμου καὶ τῶν προφητῶν ἐδημηγόρει τοὺς λόγους, οὐ νόμον κρατύνων, ἀλλ' ἀπ' ἐκείνου τὸν Χριστὸν συγκροτῶν καὶ συγκρίνων τοῖς γινομένοις
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.