Homiliae · §u12-rem-mid

Unit 12 rem mid

Rem mid: Unit 12; lemma continues; reading with the letter.

Greek

ἠγωνίζετο χώραν ἐκ χώρας ἀμείβων, πόλιν ἐκ πόλεως, 8.27.6 τοῖς κατὰ γῆν πόνοις ἐναθλῶν, πρὸς τοὺς κινδύνους τοὺς ἐκ θαλάττης παραταττόμενος, πρὸς δήμους φλεγμαίνοντας ῥητορεύων σοφῶς, δικασταῖς ὀργιζομένοις ἀπολογούμενος· Ἑβραίους ἐνάγων εἰς τὴν ἐπίγνωσιν τοῦ Χριστοῦ διὰ τῶν παρ' αὐτοῖς τιμωμένων γραμ μάτων, Ἑλλῆνας τοῖς ἔξωθεν δυσωπῶν λόγοις καὶ τοῖς ἀγράφοις νόμοις τῆς φύσεως· χριστιανοὺς βεβαιῶν, προσηλύτους οἰκοδομῶν καὶ τρέφων τοῖς προσφόροις παιδεύμασιν ὡς φυτουργοὶ τὰ νεαρὰ τῶν φυτῶν τῇ συμμέτρῳ καὶ πεφεισμένῃ τῶν ὑδάτων ἐπιρροῇ. Ὃ δὲ μάλιστα δείκνυσιν αὐτοῦ τὴν ἐν λόγοις ἰσχύν, καταμάθωμεν. 8.28.1 Ἀθῆναι πόλις ἐστὶ προκαθημένη τῆς Ἀχαΐας, ἑστία λόγων, ὡς προεῖπον αὐτὴν οἱ εὐφημοῦντες, σοφῶν ἀνδρῶν καὶ τῶν ἐν λόγοις ζώντων παλαιὸν ἐργαστήριον. Ἐπεὶ τοίνυν ὁ Παῦλος τὸ Ἰλλυρικὸν διαδραμὼν καὶ πανταχοῦ ῥίψας τοὺς σπινθῆρας τῆς πίστεως, οὓς τὸ Πνεῦμα παρα λαβὼν ἀνερρίπιζε καὶ ἀσβέστους ἐτήρει, ἦλθε κατὰ τὴν χρείαν τῆς περιόδου καὶ πρὸς τοὺς σοφοὺς Ἀθηναίους. Καὶ πρᾶγμα ἦν πολλῆς μερίμνης ἄξιον, πῶς ἂν ὁ σκηνορράφος τοὺς περὶ Θεοῦ λόγους ἐκείνοις 45 δημηγορήσειε, τοῖς ἀξιοῦσι κατὰ παίδευσιν πάντων ὁμοῦ βασιλεύειν ἀνθρώπων. 8.28.2 Ὁ δὲ μεγέθει φύσεως καὶ πλούτῳ τῆς ἄνωθεν δωρεᾶς ἐπαιρόμενος οὐχ ἕνα τῶν ὑποστέγων δόμων κατέλαβεν οὐδὲ ἐφ' ἑνὸς ἐργαστηρίου καθίσας διάλεξιν ἐποιήσατο, ὡς εἰώθεσαν καὶ οἱ πρῶτοι τῶν παρ' αὐτοῖς φιλοσόφων συνεῖναι τοῖς πλησιάζουσιν, ἀλλὰ πρὸς τὸν Ἄρειον πάγον ἀναδραμών, ἔνθα ἦν βουλὴ σκληρὰ καὶ ἐπίφοβος ταῖς φονικαῖς δίκαις δικάζουσα, εὑρὼν δὲ πλῆθος ἐκεῖ συνειλεγμένον πολύ, στὰς ἐδημηγόρει ὑπὲρ τοὺς ἐθάδας ῥήτορας, τοὺς καθ' ἡμέραν παρ' αὐτοῖς ἀγωνιζομένους. 8.28.3 Λαβὼν δὲ τὴν ἀρχὴν ἐξ ἐπιγράμματος ὅπερ ἦν ἐγκεκολλαμμένον βωμῷ, κἀκεῖθεν αὐτοῖς εὐαφόρμως τὸν ἄγνωστον καταγγείλας Θεὸν καὶ σύμπαντα τὸν λόγον συμπερανάμενος τοσοῦτον ἀπέσχε τοῦ ὡς ἰδιώτης τῆς ἔξωθεν σοφίας διαμαρτεῖν τι περὶ τοὺς λόγους, ὥστε τὸν κορυφαῖον τῶν Ἀρεοπαγιτῶν ∆ιονύσιον ἅμα τῇ γυναικὶ πείσας μετέστησε καὶ τοῦ Χριστοῦ εἰργάσατο δούλους, ἐξ ἑνὸς βωμοῦ καὶ μικροῦ ἐπιγράμματος πολλῶν ἀποστήσας βωμῶν. 8.29.1 Κατελθὼν νικητὴς ἐκεῖθεν ἔνθα μάλιστα ἴσχυσεν ὁ πολεμικὸς τῶν Ἑλλήνων δαίμων, ἐκεῖθεν δὲ μεταβὰς πρὸς τὴν γείτονα πόλιν τὴν Κόρινθον οὖσαν τῆς Ἀχαΐας μητρόπολιν, καὶ λαλήσας ἐν ταῖς συναγωγαῖς τὸ σωτήριον δίδαγμα ᾤχετο ἄγων προσήλυτον, οὐχ ἕνα τῶν πολλῶν οὐδὲ τῶν ἐπιτυχόντων, ἀλλὰ αὐτὸν τὸν ἀρχισυνάγωγον μετὰ παντὸς τοῦ πλήθους τῆς οἰκίας, καὶ νικήσας ἀπὸ κορυφῆς τὸν νόμον καὶ μεγαλύνας τὸν σταυρὸν ὡς ὑψηλὸν τρόπαιον, οὕτω κἀκείνην ἀφῆκε τὴν πόλιν τῷ Χριστῷ ὑποκύψασαν. 8.29.2 Τοῦ δὲ χρόνου προϊόντος καὶ τοῦ λόγου τῆς εὐσεβείας προσκόπτοντος ὥσπερ τις στρατηγὸς διετέλει προσκτώ μενος τῷ βασιλεῖ καθ' ἡμέραν πόλεις, κώμας, ἀγρούς, ὑποκόπτων τὰ νεῦρα τοῦ πρότερον κρατοῦντος τυράννου. 8.30.1 Μετῆλθεν γ' οὖν ἐκ Κορίνθου πρὸς τὴν Πισίδων χώραν, εἶτα τὴν Λυκαονίαν καὶ τὰς τῆς Φρυγίας πόλεις καταλαβών, κἀκεῖθεν τὴν Ἀσίαν ἐπισκεψάμενος, εἶτα τὴν Μακεδονίαν, κοινὸς ἦν τῆς οἰκουμένης διδάσ καλος, τοὺς μὲν ὁρωμένους ἀπὸ γλώττης ὠφελῶν, τοὺς δὲ ἀπόντας διὰ τῶν ἐπιστολῶν ἐπιστρέφων· μόνου δὲ ἐκείνου οὐ γόνυ ἔκαμνεν ὁδεῦον ἀεί, οὐ γλῶττα ἐνάρκα πρὸς ἐχθροὺς καὶ φίλους ἀνελλιπῶς διεξιοῦσα τὰ τοῦ εὐαγγελίου μυστήρια. 8.30.2 Ἀλλὰ τὴν μὲν διδασκαλίαν τοιοῦτος· τὴν δὲ ἄλλην τοῦ βίου φιλοσοφίαν οἷος ἄνθρωπος; Ἀεὶ καὶ συνεχῶς τῷ λόγῳ προσκαρτερῶν καὶ τῷ εὐαγγελίῳ δουλεύων οὐδὲ ἄρτον οὗ μετελάμβανε δωρεὰν παρά τινος ἐκομίζετο, ἀλλ' ἡμέρα μὲν εἶχε τὸν ἀγῶνα τὸν πρὸς μυρίους ἐχθρούς, νὺξ δὲ τὴν σμίλην καὶ τὰ σκύτη καὶ τὴν ἀπὸ τῆς τέχνης ἐργασίαν, ἵν' ἐκεῖθεν μὲν ἔχῃ τὸν ἐπισιτισμόν, φαίνηται δὲ πᾶσιν ἀν επαχθὴς ἀπόστολος, ἀδάπανος κῆρυξ καὶ μέχρις ἄρτου τῶν ξενιζόντων φειδόμενος. 8.31.1 Τούτων τῶν λόγων, ἱερεῖς, ἀκούσωμεν, οἱ μὴ συμμεριζόμενοι τοῖς θυσιαστηρίοις μόνον, ἀλλὰ καὶ πλουτοῦντες ἀπ' ἐκείνων καὶ τρυ φῶντες καὶ τὴν ἱερὰν περιουσίαν ἴδιον κτῆμα ποιούμενοι καὶ τοῖς ὑπη κόοις διὰ τὸν Χριστὸν οἷα δούλοις φορτικῶς ἐπιτάττοντες. Οὔκ ἐστιν ἱερωσύνη δεσποτεία, ἀλλὰ μᾶλλον τῷ συνιέντι δουλεία· οὐκ ἀρχοντικῆς αὐθαδείας ἀξίωμα, ἀλλ' εὐλαβοῦς διακονίας οἰκονομία. 8.31.2 Μὴ οὐκ εἶχεν ἐξουσίαν ὁ θεσπέσιος Παῦλος ἐσθίειν καὶ πίνειν ἀπὸ τῶν ἱερῶν καὶ μικρὸν γοῦν

About this text

Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.