Homiliae · §u13-rem-mid

Unit 13 rem mid

Rem mid: Unit 13; lemma continues; reading with the letter.

Greek

διεπυνθάνετο παρ' αὐτῶν ὁ μάρτυς τίνες τε εἶεν καὶ τίνος χάριν τὴν αὐτοῦ πόλιν κατέλαβον. 9.7.3 Οἱ δὲ τὴν πρόθυμον δεξίωσιν καὶ φιλοξενίαν τοῦ ἀνδρὸς αἰδεσθέντες μηδενί τε τὸ λεχθησόμενον ἐξειπεῖν παραγγείλαντες, ἐγνώρισαν αὐτῷ τὸ ἀπόρρητον καὶ τὸ τῆς ἐπιβουλῆς ἐξαγορεύουσι δρᾶμα, ὅτι Φωκᾶν ἐπὶ τιμωρίαν ζητοῦσι· καὶ τῇ φιλοξενίᾳ ταύτην ἠξίουν τὴν εὐεργεσίαν προσθεῖναι, συγκαμεῖν αὐτοῖς εἰς τὴν θήραν τοῦ ζητουμένου. 9.8.1 Ἤκουσεν ὁ τοῦ Κυρίου θεράπων καὶ ἀτρέπτῳ τῇ ψυχῇ τὸν λόγον δεξάμενος οὐ ταπεινόν τι καὶ ἄνανδρον ἔπαθεν, οὐδὲ δειλιάσας τὸν κίνδυνον φυγεῖν ἐβουλεύσατο, καὶ ταῦτα πολλὴν ἔχων καὶ ἄνετον ἀπο διδράσκειν τὴν ἐξουσίαν· ἀλλὰ πᾶν τοὐναντίον, ἐπένευσε πρὸς τὴν ἀξίωσιν· Κἀγώ, φησίν, ὑμῖν εἰς τὸ προκείμενον συλλήψομαι. Γινώσκω γὰρ τὸν ἄνδρα καὶ ῥᾳδίως ἀναζητήσας καταμηνύσω· οὐκ εἰς μακρὰν δὲ τοῦτο, ἀλλὰ μετὰ μίαν ἡμέραν· μόνον ὑμεῖς ἐπὶ τῆς πενιχρᾶς ταύτης καταγωγῆς ἀναπαύεσθε. 9.8.2 Βεβαίαν δὲ οὕτως αὐτοῖς ἐγγυησάμενος τὴν ὑπόσχεσιν δύο πράγμασι ἑαυτὸν κατεμέρισε, τῇ δεξιώσει τῶν ἑαυτοῦ φονέων καὶ τῇ ἑτοιμασίᾳ τοῦ τάφου. Εὐτρεπίσας δὲ τό τε ὄρυγμα καὶ τὰ περὶ τὴν ταφὴν ἀναγκαῖα, προσελθὼν αὐτοῖς τῇ ὑστεραίᾳ, Ἐπιμελῶς, φησί, τὸν Φωκᾶν ἀνεζήτησα καὶ ἕτοιμον τὸ θήραμα· καί, εἰ δοκεῖ, συλληφθήτω. Τῶν δὲ εἰπόντων ἐκ περιχαρείας· Καὶ ποῦ ὁ ἀνήρ; Οὐ πόρρω, φησίν, ἀλλὰ μεθ' ὑμῶν· αὐτὸς δὲ ὑμῖν οὗτος ἐγώ· καὶ χρήσασθε τῷ προστάγματι καὶ πληρώσατε τὸν τῆς ὁδοιπορίας καὶ τοῦ πόνου σκοπόν. 9.8.3 Ἐπλήγησαν τὰς ψυχὰς οἱ ἄνθρωποι καὶ πρὸς τὴν ἀκοὴν ἐπαχνώθησαν τοὺς ἅλας καὶ τὴν τράπεζαν ἐννοήσαντες καὶ τὸν ἐν πενίᾳ φιλότιμον ἑστιάτορα. Ὁ δὲ παρεκάλει πρὸς τὴν τόλμαν τῆς ἀναιρέσεως καὶ μηδὲ πρὸς ὀλίγον διστά ζειν ἐπεκελεύετο λέγων ὡς οὐ τῆς ἐκείνων χειρὸς ὁ φόνος, ἀλλὰ τῶν προσταξάντων τὸ ἔργον. Εἶπεν, ἔπεισεν, ἔπαθεν· καὶ τὴν κεφαλὴν ἀποτμηθεὶς ἱερεῖον τῷ Θεῷ κεχαρισμένον προσήχθη. 9.9.1 Στύλον καὶ ἔρεισμα τῶν τοῦ Θεοῦ ἐκκλησιῶν ἐξ ἐκείνου μέχρι νῦν τοῦτον ἔχομεν, ἄνθρωποι· καὶ μαρτύρων ἐστὶν οὗτος ὁ περιφανέστατος ἐν τοῖς ἀρίστοις καὶ μακαριστοῖς τὸ πρωτεῖον ἔχων. Ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ, κατά τε τὴν κοινὴν ὑπόληψιν καὶ κατὰ τὴν φωνὴν τοῦ σκεύους τῆς ἐκλογῆς· καὶ μάλιστα δὴ πανταχοῦ τῆς οἰκουμένης καὶ ὀνομαστότατος ἐν τοῖς ἁγίοις ἐστί. 9.9.2 Καὶ πάντας ἕλκει καὶ συνελαύνει πρὸς τὸ ἑαυτοῦ καταγώγιον· καὶ γέμουσιν αἱ λεωφόροι τῶν ἀφ' ἑκάστης χώρας πρὸς τὸν τόπον ἐπειγομένων τῆς προσευχῆς. Ἔστι γ' οὖν ὁ μεγαλοπρεπὴς ἐκεῖνος ναὸς θλιβομένων ἄνεσις, πενομένων πόρος, κακουμένων ἰατρεῖον, λιμωττόντων Αἴγυπτος. 9.9.3 Καὶ δαψι λέστερον τρέφει Φωκᾶς τελευτήσας ἤπερ ζῶν Ἰωσήφ· ἐκεῖνος μὲν γὰρ ἀργυρίου τὸν σῖτον διήμειβεν, οὗτος δὲ προῖκα τοῖς δεομένοις χαρίζεται. Καὶ ὥσπερ αἱ περιστεραὶ κατὰ τὴν χειμέριον ὥραν δυσπορίστου τῆς τροφῆς τυγχανούσης τὰς νεοσπόρους ἐφιπτάμεναι χώρας ταῖς αὔλαξιν ἐκείνων ἐγκάθηνται, οὕτως πάντων τῶν πτωχῶν καὶ ἀλητευόντων τὰ φῦλα προστρέχει τῷ τῆς Σινώπης ἰσθμῷ καθάπερ κοινῷ ταμιείῳ. 9.9.4 Εἰ δέ που καὶ ἀλλαχοῦ διὰ μικρῶν λειψάνων οἷον ἀποικίαν τινὰ μητροπόλεως ὁ μάρτυς ἑαυτῷ κατεστήσατο, θαυμαστὸς καὶ οὗτος ὁ τόπος καὶ πᾶσι χριστιανοῖς περισπούδαστος, ὥσπερ δὴ καὶ οὗτος ὁ παρ' ἡμῖν χῶρος ἱερὸς καταγώγιον ἑορταζόντων. Τίμιος γὰρ ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ· καὶ πολλαχοῦ μερισθέντα τὰ λείψανα ὁλόκληρον πανταχοῦ τῷ τρισμακαρίῳ σώζει τὴν εὐφημίαν. 9.10.1 Οὕτως γ' οὖν καὶ 50 κατὰ τὴν βασιλεύουσαν πόλιν, τὴν κορυφὴν Ἰταλίας καὶ βασιλίδα τοῦ κόσμου, ἔστιν αὐτῷ πολλὴ δορυφορία τε καὶ τιμὴ καὶ οἶκος περιφανής, ἠσκημένος εἰς κάλλος. Οὐχ ἧττον δὲ Ῥωμαῖοι τὸν Φωκᾶν θεραπεύουσιν ἢ Πέτρον καὶ Παῦλον. Καί, ὡς ὁ λόγος δι δάσκει, τὴν κεφαλὴν τοῦ μάρτυρος ἐσπουδασμένως ἐκτήσαντο ἀντί στροφον τῆς μιαρᾶς Ἡρωδιάδος προελόμενοι γνώμην. Ἡ μὲν γὰρ αἵματος διψῶσα δικαίου κεφαλὴν εἰς ὕβριν ἐζήτησεν· οἱ δὲ εἰς τιμὴν καὶ ὠφέλειαν ἑαυτῶν περιεποιήσαντο. Ναῦται δὲ καὶ πλωτῆρες οἱ πανταχοῦ, οὐχ οἱ τὸν Εὔξεινον μόνον διαπλέοντες

About this text

Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.