Homiliae Unit 14 opening
Unit 14.
Lemma-led open — .τ. Ἀστερίου ἐπισκόπου Ἀμασείας ἐγκώμιον εἰς τοὺς ἁγίους μάρτυρας . . Ἔστιν, ὡς ἔοικεν, κα
Greek
10.τ.1 Ἀστερίου ἐπισκόπου Ἀμασείας ἐγκώμιον εἰς τοὺς ἁγίους μάρτυρας 10.1.1 Ἔστιν, ὡς ἔοικεν, καὶ παρὰ τῶν σφόδρα δυσμενῶν καὶ ἀδιαλλάκτων ἐχθρῶν ὠφεληθῆναι τὰ μέγιστα· καὶ τοῦτο δείκνυσιν ἥ τε ἄλλη τοῦ βίου πεῖρα καὶ τὰ ἀρτίως τελούμενα. Εἰ μὴ γὰρ ἐδίωξεν χριστιανοὺς ὁ διάβολος καὶ τὸν κατὰ τῆς ἐκκλησίας ἤρατο πόλεμον, οὐκ ἂν εἴχομεν μάρτυρας· μαρτύρων δὲ μὴ ὄντων σκυθρωπὸς ἡμῶν ὁ βίος ἐγίνετο καὶ ἀνέορτος. Τί γὰρ ἀντάξιον τούτων τῶν πανηγύρεων; Τί δὲ οὕτως σεμνὸν καὶ πάγκαλον ὡς τὸ πόλιν ὅλην ἰδεῖν παγγενῆ ἐκφοιτῶσαν τοῦ ἄστεος, ἱερὸν δὲ τόπον καταλαμβάνουσαν εὐσεβείας ἀληθεστάτης τελεῖν καθαρὰ μυστήρια; 10.1.2 Εὐσέβεια δὲ ἀληθὴς Θεὸν προσκυνεῖν τε καὶ τιμᾶν τοὺς δι' ἐκεῖνον πάθη καρτερῶς ἐνεγκόντας καὶ παραταξαμένους πρὸς τὸν ἔσχατον τοῦ θανάτου κίνδυνον, ὧν κορυφαῖοι καὶ πρωτοστάται τυγχάνουσι οἱ σήμερον ἡμᾶς δημαγωγήσαντες· ἄνδρες διὰ καλὸν θάνατον ἀθάνατοι, διὰ τὸ καταφρονῆσαι ζωῆς ζῶντες ἀεί, τοῦ αἵματος τὴν βασιλείαν ἀλλαξάμενοι καὶ τὴν ἐπίβουλον σάρκα εὐεργέτην τῆς ψυχῆς ἀποφήναντες. 10.1.3 Οὕτως προαίρεσις ἀγαθὴ ὅταν ἡνιόχου δίκην ἐφεστῶσα ᾖ τῷ ἀνθρώπῳ, ὑποζεύξῃ δὲ αὑτῇ τὰς ὁρμὰς πάσας καὶ τὰ κινήματα καὶ προσεχόντως ὡς ἡνίας διατείνῃ τοὺς λογισμοὺς ἀργίαν νύττουσα καὶ ὀξύτητα ἄμετρον ἀναστέλλουσα, οὐχ οἷόν τε ἄτακτον ἢ ἐπικίνδυνον γενέσθαι τοῦ βίου τὸν δρόμον. 10.2.1 Ἔχομεν τοίνυν τοὺς μάρτυρας τοῦ Χριστοῦ οὐ διδασκάλους μόνον ἀγαθῆς πολιτείας, ἀλλὰ καὶ κατηγόρους τῆς ἁμαρτίας. Πῶς δ' ἂν γένοιτο μάρτυς κατήγορος, ἄκουσον. Εἰ ἐκεῖνος ἐνίκησε φλόγα πυρὸς τῇ καρτερίᾳ, σὺ πῶς πορνείαν οὐ δαμάζεις τῇ σωφροσύνῃ; Εἰ ὁ μάρτυς οὐκ ἠλέησε πλοῦτον ὃν ἠφίει καὶ χρήματα, διὰ τί σὺ ὀλίγου οὐ καταφρονεῖς ἀργυρίου ὑπὲρ δικαιοσύνης; Εἰ ὁ μάρτυς γένος Θεοῦ οὐ προετίμησεν, ἀλλ' ἀπεζεύχθη γυναικός, παίδων, φιλτάτων, πῶς σὺ οὐ κολάζεις τὴν προσπάθειαν, διὰ δὲ πρόσωπα τυχὸν σχέσιν πρός σε οἰκειότητος ἔχοντα ὑπερ πηδᾷς τὸ δίκαιον καὶ τοῦ Θεοῦ τὸν φόβον παραλογίζῃ; Εἰ ὁ μάρτυς τὸ σῶμα διὰ Θεὸν ἐξεδύσατο, πῶς αὐτὸς ἑνὸς οὐ καταφρονεῖς χιτωνίσκου εἰς σκέπην γυμνοῦ; 10.2.2 Ταῦτα ἀλλήλοις ἀντεξεταζόμενα τὴν ἡμετέραν δυστροπίαν ἐλέγχει. Ἢ τοίνυν ὡς διδασκάλους τοὺς ἁγίους αἰδεσθῶμεν ἢ ὡς κατηγόρους φοβηθῶμεν, δείξωμεν δὲ τὸν ἑαυτῶν βίον τοῖς τιμωμένοις ἀκόλουθον· πεισθῶμεν δὲ καὶ ἡμεῖς οὕτως Θεῷ, ὡς οἱ ἅγιοι ταῖς ἐντολαῖς ἐπειθάρχησαν καὶ τὰς ἐπαγγελίας βεβαίως ἤλπισαν. 10.3.1 Ἀγαθὴ γὰρ σφόδρα διδάσκαλος ἀνδρείας καὶ καρτερίας ἡ τῶν ἀγαθῶν τῶν νοητῶν ἐλπίς, ἥτις ὡς ἐνέχυρον ἀξιόπιστον καὶ ἀρραβὼν ἀσφαλὴς ἐγκειμένη τοῖς λογισμοῖς πάντα παρακελεύεται κίνδυνον ὁρᾶν ἀκαταπλήκτως καὶ φέρειν ἐν τῇ πείρᾳ γενναίως· καὶ τοῦτο ἀκολούθως συμβαίνει. Φύσει γάρ πως ἐλάχομεν ἄνθρωποι μαλακίζεσθαι μὲν καὶ χαυνοῦσθαι πρὸς τοὺς ἀγεράστους τῶν πόνων, ἐρρωμένως δὲ τοὐναντίον ἐκείνων ἀντιλαμβάνεσθαι ὧν ἆθλα καὶ τιμαὶ τέλος εἰσίν. 10.3.2 ∆ιὸ πάντες μάρτυρες 52 τῷ εὐαγγελικῷ γράμματι προσέχοντες τὸν νοῦν, ἐν ᾧ προτρέπων τοὺς ἱεροὺς ἀθλήτας καὶ φιλοθέους ὁ Κύριος λέγει· Ἐάν τις ὁμολογήσῃ με ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου, ὑπὲρ ταύτης τῆς ὁμολογίας ἤνεγκαν ἀτρέπτοις τοῖς λογισμοῖς σίδηρον τεθηγμένον καὶ πυρκαϊᾶς ἐπέβησαν καὶ θηρίων στόμασιν ἔκδοτον τὸ σῶμα παρέσχον καὶ τὸν νῶτον ἕκαστος ὑπέθηκαν μάστιξι καὶ ταῖς ἀκμαῖς τῶν ὀνύχων τὰς πλευρὰς ἐσπαράχθησαν καὶ δεσμῶν τῶν διὰ σιδήρου ἠνέσχοντο καὶ δεσμωτηρίων ἤνεγκαν σκοτεινὰ καταγώγια· 10.3.3 ἐπιέσθησαν δὲ λιμῷ καὶ δίψει κατεξηράνθησαν, παρέθηκαν δὲ ὡς λίθους τὰ πρόσωπα τοῖς ῥαπίζουσιν, ἤκουσαν τῶν ὕβρεων ὡς κώφοι, ἐσιώπησαν πρὸς τοὺς ὀνειδίζοντας καὶ λοιδορουμένους ὡς ἄλαλοι, δήμοις καὶ θεάτροις ἐπομπεύθησαν,
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.