Unit 14 rem mid
Rem mid: Unit 14; lemma continues; reading with the letter.
Greek
ἀγωνιστῶν τοῖς ἑορτάζουσι χαρίζονται διηγήματα. Ὡς εἴ τις ἦν σπουδαῖος τῶν μαρτύρων φίλος, ἔθετο δὲ φροντίδα τοῖς τῶν ὅλων πανηγυρίζειν πάθεσιν, οὐκ ἂν ἡμέραν παρῆλθεν τοῦ ἐνιαυτοῦ ἀνεόρταστον. Πᾶσαι γὰρ ἔχουσι κρείττονα τοῦ ἡλιακοῦ κύκλου κόσμον τὰ τῶν γενναίων ἀνδραγαθήματα. 10.6.2 Ἐπειδὴ γὰρ ὁ τοῖς καλοῖς ἀντιτεταγμένος σφοδρὸν πρὸς τὸ μυστήριον τῶν χριστιανῶν ἐπηρείσατο, πάντας δὲ πάσσων τῇ κόνει τοῖς ἰδίοις φρονήμασι χωννύειν ἐσπούδαζεν καὶ μάτην ἐνασχολεῖν τοῖς ἐπιτηδεύμασι τοῦ πηλοῦ, ἀρίστων ἀνδρῶν πλῆθος ὁ Θεὸς ἀλείψας τοῖς παραγγέλμασι καὶ παιδοτριβήσας πρὸς καρτερίαν καὶ δύναμιν ἀντέστησεν τῷ ἀναιδεῖ καὶ ἐπιβούλῳ τῆς ἀνθρωπότητος. Οὗτοι δὲ καινὸν ἠγωνίσαντο καὶ οὐ τὸν συνήθη ἀγῶνα. Οὐ γὰρ τύπτοντες ἢ ῥηγνύντες ἐκράτησαν, ἀλλὰ πάσχοντες ἠρίστευσαν καὶ σφαζόμενοι. 10.7.1 Καὶ ποῖον ἐρεῖς, ὁ ἀκροατής, κράτος πολέμου; Τίς δὲ εὐδοκίμησις αὕτη τὸ στρεβλωθῆναι καὶ μαστιχθῆναι καὶ πρός γε διὰ πυρὸς ἢ ξίφους ἢ κακώσεως δεσμωτηρίων καταλῦσαι τὸν βίον; Ἀλλὰ μάθε, ὡς οἱ ὑπὲρ εὐσεβείας πόλεμοι ἀπ' ἐναντίου κατορθοῦνται τῶν ἄλλων. Οἱ μὲν γὰρ ἐν τῷ φονεῦσαι τὴν ἀριστείαν ἔχουσι, οἱ δὲ διὰ τοῦ παθεῖν καὶ πεσεῖν ἀναιροῦνται τὴν νίκην. Παρρησία δὲ δικαίων ἐκτελεῖ τὰς ὑπὲρ τοῦ κόσμου πρεσβείας· καὶ ἔλαθεν ὁ ἐχθρὸς τοῖς ἐναντίοις περιπεσὼν ἢ ἐβούλετο. Ὅσους γὰρ ἔσφαξε μαρτυρήσαντας, τοσούτους ἀνθρώπων βοηθοὺς παρεσκεύασεν. 10.7.2 Καὶ ἐπὶ πάσης δὲ πράξεως τοῦτο πάσχων εὑρίσκεται· ὅθεν ἐμποδίζειν οἴεται τὴν εὐσέβειαν, ἐκεῖθεν κατασκευάζει τῆς εὐσεβείας τὴν αὔξησιν. Τῷ γὰρ μωρῷ καὶ ἄφρονι εἰς τοὐναντίον ὁ σοφὸς Θεὸς περιίστησι τὰ βουλεύματα. Καὶ τοῦτο τοῖς πράγμασιν ἑκάστου καιροῦ παρακολουθοῦντες εὑρίσκομεν, τὴν ἔκθεσιν τοῦ Μωσέως, τὴν πρᾶσιν τοῦ Ἰωσήφ. Εὐθὺς ἐν ἀρχῇ τὸν δεύτερον ἄνθρωπον Ἄβελ ἐφόνευσεν, ἵνα τῶν εὐσεβῶν ἐκκόψῃ τὸ σπέρμα, καὶ τὸ ἔμπαλιν ἐγένετο. Ἔκτοτε γὰρ ἀνδροφόνοι μισοῦνται σφοδρῶς, ἐξ οὗ Κάϊν παρὰ τοῦ Θεοῦ κατηράθη. Τὸ τοῦ Χριστοῦ, ὅτι ἐνήργησεν εἰς Ἰουδαίους ὁ σατανᾶς, ἵνα σταυρώσωσιν αὐτόν. 10.7.3 Τὸ αὐτὸ δὴ καὶ ἐπὶ τοῖς μάρτυσι πέπονθεν, ὧν καταφρονοῦσι πολλοὶ ὑπὸ ἰδίας ἀνοίας ἐξευτελίζοντες αὐτῶν τὸ ἀξίωμα. Οὐκ ἄνθρωπός ἐστιν; Οὐκ ἐδαπανήθη τὸ σῶμα; Οὐκ ἐν ὀλίγοις λειψάνοις καὶ τούτοις ἐγκεχωσμένοις αὐτῶν ἡ μνήμη; Μάλιστα δὴ ταῦτα Ἕλληνες καὶ Εὐνομιανοί φασιν· εἴπωμεν δὲ πρὸς ἀμφοτέρους. 10.8.1 Ἡμεῖς μάρτυρας οὐ προσκυνοῦμεν, ἀλλὰ τιμῶμεν ὡς γνησίους προσκυνητὰς Θεοῦ· οὐ σέβομεν ἀνθρώπους, θαυμάζομεν δὲ 54 τοὺς ἐν καιρῷ πειρασμῶν καλῶς σεβασθέντας Θεόν. Ἐν θήκαις φιλοκάλοις ἀποτιθέμεθα καὶ οἴκους τῆς ἀναπαύσεως αὐτῶν ἐγείρομεν ταῖς κατασκευαῖς μεγαλοπρεπεῖς, ἵνα ζηλώσωμεν τὰς τῶν καλῶς τελευτησάντων τιμάς· οὐκ ἄμισθον δὲ τὴν εἰς αὐτοὺς σπουδὴν ἐπιδεικνύμεθα, ἀλλὰ τῆς προστασίας αὐτῶν τῆς πρὸς Θεὸν ἀπολαύομεν. 10.8.2 Ἐπειδὴ γὰρ οὐκ ἀρκεῖ ἡ ἡμετέρα εὐχὴ δυσωπῆσαι Θεὸν ἐν καιρῷ ἀνάγκης ἢ συμ φορᾶςἡ γὰρ δέησις ἡμῶν οὐ παράκλησίς ἐστιν, ἀλλὰ ἁμαρτημάτων ὑπόμνησις, διὰ τοῦτο τοῖς ἀγαπωμένοις παρὰ τοῦ ∆εσπότου ὁμοδούλοις προσφεύγομεν, ἵν' ἐκεῖνοι ἐν τοῖς ἰδίοις κατορθώμασι τὰ ἡμέτερα θεραπεύσωσι πλημμελήματα. Ποῖον οὖν ἔγκλημα, ὅτι τιμῶντες μάρτυρας καὶ αὐτοὶ σπουδάζομεν ἀρέσκειν Θεῷ; Τίς κατηγορία προστάταις προσφεύγειν; Ἐξετάσωμεν λοιπὸν καὶ τὰ σά, εἰ τοῦ ἐγκλήματος ὁ κατήγορος καθαρεύεις. Καὶ πῶς, ὅς γε μυρίους τῶν τεθνεώτων ἀνθρώπων οὐ τιμᾷς, ἀλλ' ὡς θεοὺς προσκυνεῖς; 10.9.1 Οὐ σὺ ∆ήμητραν καὶ Κόρην ὑπὸ τῆς ἀνοίας σαυτοῦ ἐθέωσας, ἐδείμω δὲ δύο γυναίους ναοὺς καὶ θυσίαις ταύτας τιμᾷς καὶ παντοίαις προσκυνεῖς θεραπείαις; Οὐ κεφάλαιον τῆς σῆς θρησκείας τὰ ἐν Ἐλευσῖνι μυστήρια, καὶ δῆμος Ἀττικὸς καὶ ἡ Ἑλλὰς πᾶσα συρρεῖ, ἵνα τελέσῃ ματαιότητα; Οὐκ ἐκεῖ τὸ καταβάσιον τὸ σκοτεινὸν καὶ αἱ σεμναὶ τοῦ ἱεροφάντου πρὸς τὴν ἱέρειαν συντυχίαι, μόνου πρὸς μόνην; Οὐχ αἱ λαμπάδες σβέννυνται καὶ ὁ πολὺς καὶ ἀναρίθμητος δῆμος τὴν σωτηρίαν αὐτῶν εἶναι νομίζουσι τὰ ἐν τῷ σκότῳ παρὰ τῶν δύο πραττόμενα; 10.9.2 Οὐ σὺ ὁ τὸν Θηβαῖον ∆ιόνυσον ὡς θεὸν προσκυνῶνλέγω γὰρ τὴν πατρίδα, ἵνα γνωρίσῃς τὸν ἄνθρωπον, ἄνδρα γεωργὸν ἀμπέλων καὶ φίλοινον, κωμαστὴν πάροινον, δῆμον ἐπισυρόμενον ἀσχημονοῦντα τῇ μέθῃ, ἐκεῖνα ποιοῦντα ἃ τοὺς ἀσώτους νέους στηλιτεύει ἀκολασταίνοντας, μεθύοντα δὲ μετὰ τοῦ γέροντος τοῦ Σιληνοῦ καὶ τοῖς φιλοσκιρτηταῖς Σατύροις
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.