Homiliae · §u16-open

Homiliae Unit 16 opening

Unit 16.

Lemma-led open — . . Ἀστερίου ἐπισκόπου Ἀμασείας ἐγκώμιον εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα . . Ὡς ἱε

Greek

12.t.1 Ἀστερίου ἐπισκόπου Ἀμασείας ἐγκώμιον εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα 12.1.1 Ὡς ἱερὸς ἀληθῶς καὶ καλὸς τῶν εὐφραινόντων ἡμᾶς πραγμάτων ὁ κύκλος! Ἑορτὴ γὰρ ἑορτὴν διαδέχεται καὶ πανήγυρις καταλαμβάνει πανήγυριν· καλούμεθα δὲ ἀπὸ εὐχῆς εἰς εὐχὴν καὶ τοῦ Κυρίου τὰ θεο φάνεια καταλαμβάνει ἡ τοῦ δούλου τιμή. Κἄν τε δὲ πρὸς τὴν γέννησίν τις ἀπίδῃ τοῦ χθὲς τεχθέντος διὰ σαρκὸς καὶ ἀεὶ ὄντος κατὰ θεότητα, κἄν τε πρὸς τὸ ἐκείνου μαρτύριον, ὅπερ σήμερον ὁ γενναῖος ὑπέστη θεράπων, πολλὰ μὲν εὑρήσει καὶ ποικίλα τὰ πράγματα, ἕνα δὲ σκόπον, ἵνα ἡμεῖς διδαχθῶμεν εὐσέβειαν. 12.1.2 Χθὲς μὲν οὖν ἐμάθομεν διὰ τῆς ἐγκυκλίου καὶ συνήθους ἑορτῆς, ὅτι ἐγεννήθη ὁ τοῦ κόσμου Σωτὴρ καὶ ὁ ἄσαρκος τὴν σάρκα ἠμφιάσατο καὶ ὁ ἀσώματος ἐνεδύσατο σῶμα, εἶτα ὅτι καὶ πάθη ὑπὲρ ἡμῶν κατεδέξατο καὶ ὑψώθη ἐπὶ τοῦ ξύλου οὐχ ὑπὲρ ἄλλου τινὸς ἢ ὑπὲρ ἡμετέρας προνοίας. Σήμερον δὲ βλέπομεν τὸν γενναῖον ἀγωνιστὴν ὑπὲρ ἐκείνου καταλιθούμενον, ἵνα αἵματι ἀποτίσῃ τὴν ὑπὲρ αἵματος χάριν. 12.2.1 Στέφανος οὖν, ὁ τῆς πανηγύρεως ταύτης συναγωγεύς, ὁ καλέ σας ἡμᾶς ἐπὶ τὴν ὁρωμένην εὐφροσύνην, ὁ δημαγωγήσας ὡς ἕνα τὴν πόλιν, ἀνὴρ ἀπαρχὴ τῶν μαρτύρων, διδάσκαλος τῶν ὑπὲρ Χριστοῦ πόνων, κρηπὶς τῆς καλῆς ὁμολογίας. Πρὸ γὰρ Στεφάνου οὐδεὶς ὑπὲρ τοῦ εὐαγγελίου ἐξέχεεν αἷμα. 12.2.2 Ἀλλ' ὥσπερ Κάϊν ἐκεῖνος ὁ ἀδελφοκτόνος καθώς με διδάσκει ἡ τοῦ Μωϋσέως ἱστορία τὴν ἀδελφοκτονίαν 60 εἰργάσατο ἀναλαβὼν γὰρ ἀντὶ τῆς φυσικῆς φιλίας ἔριδα πρῶτος φόνῳ τὴν γῆν ἐκαίνισεν, οὕτως καὶ Στέφανος ὁ τρισμακάριος πρῶτος τῷ οἰκείῳ αἵματι τὴν γῆν διὰ τῶν εὐσεβῶν ἀγωνισμάτων ἡγίασεν, ἀνὴρ τοῖς χρόνοις τῶν ἀποστόλων δεύτερος, τοῖς δὲ ἀνδραγαθήμασι πρῶτος. 12.2.3 Καί μοι μὴ ἀγανακτήσῃς Πέτρε, μὴ ἀχθεσθῇς Ἰάκωβε, μὴ δυσχεράνῃς Ἰωάννη, εἰ μὴ μόνον συγκρίνω τῇ ὑμετέρᾳ φιλοσοφίᾳ τὸν ἄνδρα, ἀλλ' εἴ τι καὶ πλέον αὐτῷ νέμειν ἐθέλω· μᾶλλον γάνυσθε, ἄφθονοι γάρ ἐστε πατέρες καὶ τοῖς κατορθώμασι τῶν υἱῶν ἐπαγάλλεσθε καὶ ἡδέως νικᾶσθε παρὰ τῶν τέκνων εἰς ἀρετήν. Εἰ γάρ τι καλὸν καὶ μέγα παρὰ Στεφάνῳ, τοῦτο πάντως ὑμέτερον, τῶν παιδευτῶν ἐκείνου καὶ μυσταγωγῶν. 12.2.4 Ἡ γὰρ τῶν ἀθλητῶν εὐδοκίμησις δόξα γίνεται τοῦ παιδοτρίβου. ∆ιὸ μικρὸν ὑμᾶς παραιτησάμενος ἐρῶ μετὰ παρρησίας ἅ μοι δίδωσιν ἡ ὑπόθεσις εἰς συνηγορίαν τοῦ κατὰ Χριστὸν ἀριστέως. 12.3.1 Πρεσβύτερος εἶ τῶν μαθητῶν, ἅγιε Πέτρε, καὶ πρὸ πάντων τὸν Ἰησοῦν Χριστὸν κατήγγειλας. Ἔτι δὲ σοῦ τὸν λόγον τὸν εὐαγγελικὸν κηρύττοντος καὶ πόλιν ἐκ πόλεως μετιόντος καὶ χώραν ἐκ χώρας ἀμεί βοντος καὶ πονοῦντος τὸ κήρυγμα, οὗτος εἰσελθὼν εἰς τὸ στάδιον καὶ ἁρπάσας τῶν ἀγωνισμάτων τὸν στέφανον, μετελθὼν εἰς τὸν οὐρανὸν ἐδοξάσθη ἔτι σοῦ περὶ γῆν στρεφομένου· καὶ τὸ μεῖζον αὐτοῦ τοῦ Πατρὸς καὶ Υἱοῦ καλούντων αὐτὸν διὰ τῆς θαυμαστῆς ὀπτασίας. Οὕτως μὲν οὖν καὶ ὁ Πέτρος καὶ ἀρκεῖ τὰ εἰρημένα. Τολμηρὸν γὰρ ἐπὶ πλεῖστον περὶ πρωτείων ἁμιλλᾶσθαι πατράσιν. 12.3.2 Ἴδωμεν δὲ καὶ τὰ σά, Ἰάκωβε, ἀδελφὲ τοῦ Ἰωάννου. Εὐαγγελιστὴς εἶ τοῦ Χριστοῦ, θήραμα δεύτερον μετὰ Πέτρον. Καὶ τίς οὐκ ἂν ἀγασθείη σου τῆς πίστεως; Μόνον γὰρ ἐκλήθης καὶ μηδὲν μελλήσας ὑπήκουσας. Κατέλιπες μετὰ τῆς πορθμίδος καὶ τὸν πατέρα τὸν Ζεβεδαῖον· ἠκολούθησας δὲ καὶ τῷ Χριστῷ ὡς γνήσιος μαθητής. Ἔπαθες ὑπὲρ τῆς εὐσεβείας προθύμως, ὁμολογῶ· μαχαίρᾳ γάρ σε Ἡρώδης ὁ τύραννος διεχρήσατο, ἀλλὰ μετὰ Στέφανον πολλοῖς ὕστερον χρόνοις. 12.3.3 Καὶ τί τοὺς καθ' ἕκαστον ὀνομάζω, ὁπότε κατὰ πάντων ὁμοῦ τῶν ἁγίων τὸ τοῦ μαρτυρίου βραβεῖον ἀνείλετο, πρῶτος πρὸς τὸν διάβολον παραταξάμενος καὶ πρῶτος νικήσας, μιμη σάμενος τὸν ∆αβίδ, εἰ καὶ δι' ἀντιστρόφου τοῦ πράγματος; Λίθοις ὁ ∆αβὶδ τὸν Γολιὰθ ἐνίκησε, λίθοις καὶ Στέφανος τὸν διάβολον· ἀλλ' ὁ μὲν οἷς ἔβαλεν, ὁ δὲ οἷς ἐβλήθη. Ἡμεῖς δέ, ὁ Χριστοῦ λαός, ὡς ἡ

About this text

Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.