Homiliae Unit 18 opening
Unit 18.
Lemma-led open — ἐπανελθόντι, . . ἀλλὰ πᾶν τοὐναντίον προσέδραμεν ἐγγίζοντι καὶ ἐπεκλίθη τῷ τραχήλῳ καὶ δάκ
Greek
ἐπανελθόντι, 13.9.2 ἀλλὰ πᾶν τοὐναντίον προσέδραμεν ἐγγίζοντι καὶ ἐπεκλίθη τῷ τραχήλῳ καὶ δάκρυον ἐπέσταξε συμπαθῶς τῷ αὐχένι, ἐποίησε δὲ πάλιν ἀντὶ ἀθλίου μακαριστὸν ἐλευθερίῳ ἀμφιέσας ἐσθῆτι καὶ δακτύλιον τῇ χειρὶ περιθεὶς καὶ ἑορτὴν ἄγων τὴν ἡμέραν καὶ εὐτρεπίσας εὐωχίαν λαμπράν. Ταῦτα δὲ πάντα λόγος ἐστὶ παραβολικὸς ὑπανοίγων τοῖς μετανοοῦσιν ὡς πατρικὴν ἑστίαν τὴν ἐκκλησίαν καὶ δεχόμενος φιλοφρόνως, ἵνα μὴ ὦσιν ὁμοδίαιτοι τοῖς χοίροις, τοῖς δαί μοσιν, γεννῶνται δὲ πάλιν ἐξ ἀλλοτρίων υἱοί, ἵνα τῷ βουλήματι τοῦ Θεοῦ συζῶσιν ὡς γνώμῃ πατρὸς καὶ τοῖς ἁγίοις ἀνδράσιν ὡς ἀδελφοῖς. 13.9.3 Σὺ δὲ μὴ ζήλου τὴν γνώμην τοῦ ἀδελφοῦ τοῦ πρεσβυτέρου, μηδὲ καταγόγγυζε τῆς τοῦ πατρὸς φιλανθρωπίας, ὅτι καὶ τὸν ἄσωτον καὶ ὑβριστὴν εἰσῳκίσατο. Θαύμαζε δὲ μᾶλλον τὴν ἀγαθότητα καὶ μιμοῦ τοῦ Θεοῦ τὴν εὐμένειαν καὶ τοὺς ἐκ τῆς πλάνης ὑποστρέφοντας ἐναγκαλίζου καὶ περιπτύσσου· οὕτως γὰρ ἔσῃ τυφλῶν ὁδηγὸς καὶ πλανωμένων διδάσκαλος. 13.10.1 Πρὸς μὲν οὖν τοὺς τραχυτέρους τὴν γνώμην καὶ τὴν ἀποτομίαν πρὸ τῆς συμπαθείας ἀσκοῦντας ἱκανῶς ἡμῖν εἴρηται καὶ οὐδὲν δεῖ μακροτέρων· ἄκουε δὲ λοιπὸν καὶ ὁ τῆς ἐπιστροφῆς δεόμενος, ὅπως σε προσῆκεν ἐπιστυγνάζειν τοῖς ἁμαρτήμασιν καὶ τὰ παραπτώματα τῆς καρδίας ἀποθρηνεῖν· μᾶλλον δέ, εἰ δοκεῖ, σκόπησον τὴν ἁμαρτωλὸν γυναῖκα τὴν παρὰ τῷ Λουκᾷ ἐπὶ τοῦ παρόντος ἀναγνωσθεῖσαν ἡμῖν. Κἀκείνης τὸ ταπεινὸν καὶ εὐσύνετον ζήλωσον καὶ λάβε κανόνα μετανοίας ἠκριβω μένης. 13.10.2 Ἐλθοῦσα γὰρ ἐπὶ τὸν οἶκον τοῦ Φαρισαίου οὔτε τὸ πλῆθος τῶν ἑστιωμένων ἠρυθρίασεν, οὔτε τὸν καιρὸν τῆς εὐωχίας ὡς ἄκαιρον εἰς ἐξομολόγησιν ἔφυγεν, ἀλλὰ τῇ λύπῃ συνεχομένη καὶ σφοδρὸν ἔχουσα τῶν πλημμελημάτων τὸ πένθος οὐδὲ τὸ βραχύτατον ἠφίει τὸν τῶν ἁμαρτιῶν ἰατρόν. Οὐ μὴν οὐδὲ εἰς τὸ πρόσωπον κατ' ὄψιν ἐρχομένη ἱκέτευεν, ἀλλὰ τὸ ἀνάξιον ἑαυτῆς καὶ ἀπαρρησίαστον διὰ τοῦ σχήματος ἑρμηνεύουσα, τὴν κατὰ νώτου χώραν καταλαβοῦσα καὶ οὐδὲ ἑστῶσα ἁπλῶς, 13.10.3 ἀλλὰ κατόπιν τῶν ποδῶν λαβομένη, λύσασα δὲ τὰς κόμας καὶ τοῖς πράγμασι δημοσιεύουσα τὴν πενθοῦσαν ψυχὴν καὶ τοῖς ποσὶν τοῦ Ἰησοῦ τὸ δάκρυον ἐπιρρέουσα μετὰ πολλῆς τῆς 69 συμπαθείας ᾔτει τὸν ἔλεον· καὶ τοσοῦτον προχεομένη, ὥστε καὶ βρέχειν τοὺς πόδας καὶ τῇ κόμῃ πάλιν ἐκμάττουσα τὴν ὑγρότητα πᾶσαν εὐλάβειαν ταπεινὴν
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.