Homiliae · §u20-open

Homiliae Unit 20 opening

Unit 20.

Lemma-led open — μάθωμεν ὡς ἀγωγὴ καὶ ἄσκησις πρὸς ἐκεῖνο τυποῖ τὸν ἄνθρωπον, πρὸς ὅπερ ἂν βουληθῶμεν καὶ μ

Greek

μάθωμεν ὡς ἀγωγὴ καὶ ἄσκησις πρὸς ἐκεῖνο τυποῖ τὸν ἄνθρωπον, πρὸς ὅπερ ἂν βουληθῶμεν καὶ μελετήσωμεν. Ἔθισον σαυτὸν πρὸς ἐγκράτειαν καί σοι τῷ χρόνῳ γενήσεται ἀνεπαχθὴς σύνοικος. Ἂν δὲ τοὐναντίον τὰς ἀπολαύσεις καὶ τὰς εὐωχίας ἔχῃς συντρόφους καὶ φίλας, οὐδέποτε νηστείαν ἀγαπήσεις, ἀλλά σοι φανεῖται βαρεῖα ὡς ξένη καὶ ἀσυνήθης. 14.12.2 Βίος ἐγκρατὴς μελλούσης καὶ ἀφθάρτου ζωῆς ἐστιν εἰκών. Ὡς γὰρ τότε τὴν ἐμπαθῆ σάρκα ταύτην ἀποδυσάμενοι ἐλεύθεροι διάξομεν οὐδεμίαν ἔχοντες ἀνάγκην γαστρὶ λειτουργεῖν καὶ τοῖς ἄλλοις δουλεύειν πάθεσιν, οὕτω καὶ νῦν ἂν τὴν πολλὴν ἀνάγκην καὶ ὕλην ἑαυτῶν ἀποβάλωμεν, ἐγγὺς τῆς προσδοκωμένης ἀφθαρσίας ἐσόμεθα. Καὶ συντόμως εἰπεῖν, φεύγωμεν τὴν φιληδονίαν εἰς δύναμιν· ἀμήχανον γὰρ τὸν αὐτὸν εἶναι φιλήδονον καὶ φιλόθεον. 14.12.3 Ὁ γὰρ φιλοσώματος ἐξ ἀνάγκης ἔσται καὶ φιλοχρήματος, ὁ δὲ φιλοχρήματος ἄδικος, ὁ δὲ τῆς ἀδικίας εἴσω πεσὼν ὑπερβήσεται ῥᾳδίως θεσμοὺς εὐσεβείας καὶ πατήσει νόμους σοφῶν, ἐγχειρήσει δὲ τοῖς ἀπηγορευμένοις εὐκόλως, ἐκεῖθεν ἑαυτῷ τὰς ὕλας ἀθροίζων τῆς ἀπολαύσεως καὶ πάντα τὰ λάφυρα τῆς ἀδικίας τῇ ἡδονῇ δωροφορῶν ὡς δεσποίνῃ. 14.12.4 Μὴ φύγῃς τὴν μοχθηρίαν τῆς ἐγκρατείας, ἀλλὰ τὰς ἐλπίδας ἀντίθες τῷ παρόντι πόνῳ καὶ κούφως παρελεύσῃ τὴν τῆς μεταλήψεως ἀποχήν. Εἰπὲ πρὸς ἑαυτὸν ῥήματα εὐσεβείας· Πικρὰ ἡ νηστεία, ἀλλ' ἡδὺς ὁ παράδεισος· ἐπαχθὴς ἡ δίψα, ἀλλ' ἐγγὺς ἡ πηγή, ἐξ ἧς ὁ πίνων οὐ διψήσει εἰς τὸν αἰῶνα. Ἄτονον τὸ σῶμα, ἀλλ' ἰσχυροτέρα ἡ ψυχὴ ἡ ἀσώματος. Νεκρὰ ἡ δύναμις, ἀλλ' ἐγγὺς ἡ ἀνάστασις. 14.12.5 Εἰπὲ πρὸς τὴν ἐπείγουσαν γαστέρα καὶ σὺ τοῦ Κυρίου τὸ ῥῆμα· Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι Θεοῦ. Οὐ λιμός ἐστιν, ἀλλὰ μικρὰ παρολκή· οὐκ ἀπαραίτητος τιμωρία, ἀλλὰ αὐθαίρετος ἀποχή· οὐ δουλοπρεπὴς ἀνάγκη, ἀλλ' ἐλευθέρα φιλοσοφία. Εὖξαι καὶ ἰσχύσεις· ἐπικάλεσαι καὶ ἕτοιμος παρίσταταί σοι ὁ βοηθός. 14.13.1 Ἀνάλαβε τῇ μνήμῃ παλαιὰν ἱστορίαν καὶ μαθήσῃ ὅπως οἱ δι' εὐσέβειαν σῶμα πιέζοντες τῶν τρυφώντων καὶ πολὺν ἐγχεομένων τὸν ἄκρατον οὔτε εἰς δύναμίν εἰσιν ἀσθενέστεροι, οὔτε μὴν εἰς τὸ φανῆναι σκυθρωπότεροι ἢ ἀπηνθηκότες τὴν χρόαν. 14.13.2 Ὁ γὰρ βασιλεὺς τῶν Ἀσσυρίων ἐκεῖνος ὁ πάντα τῇ σαρκὶ ζῶν καὶ τῷ τρυφῶντι βίῳ ὡς φάτνῃ συνδεδεμένος, ἐπειδὴ τοὺς οἰνοχόους αὐτοῦ καὶ τραπεζοποιοὺς καὶ πάντας ἁπλῶς τοὺς ὑπηρέτας τῆς ἀπολαύσεως ἐκέλευσε κατ' ἐκλογὴν εὐφυεῖς εἶναι τὸ σῶμα καὶ ὀφθῆναι χαρίεντας, ἵνα μὴ μόνον τὸ στόμα καὶ γεῦσις, ἀλλὰ καὶ ὀφθαλμὸς αὐτῷ κατὰ τῶν ὁρωμένων τρυφῴη, τότε δὴ καὶ οἱ τρεῖς νεανίσκοι ἐκ τῆς αἰχμαλωσίας τοῦ Ἰσραὴλ τῷ καταλόγῳ τῶν ὑπηρετῶν ἐγκριθέντες, ἀπεχόμενοι τῶν ὄψων τῆς βασι

About this text

Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.