Homilia in paralyticum juxta piscinam jacentem · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

ἀποκρίνεται, οὐ νομικῶς ἀποκριθῆναι ἔχον, ἀλλὰ συντόμως ποιούμενος τὴν ἀπόκρισιν. Ἴστε μου, φησί, πάντες τὴν πολυχρόνιον νόσον καὶ τὸ πολυετὲς τῆς ἀνακλίσεως, τὸ ἀπερίστατον τῆς ταλαιπωρίας. οὐδεὶς ὑμῶν ποτε κηδεμονικὸν ἔδειξεν λαβών με καὶ πρῶτον ἐμβαλὼν εἰς τὴν κολυμβήθραν, ἵνα θεραπευθῶ. καίτοι τότε κηδεμονικὸν οὐκ ἐνδειξάμενοι πῶς νῦν τὸ νομοθετικὸν ἐλάβετε, οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατόν σου, λέγοντες; Συντομωτάτην τοίνυν ποιοῦμαι πρὸς ὑμᾶς τὴν ἀπόκρισιν· ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν. εἰ ἐμοῦ καταφρονεῖτε, πρὸς τὸ πρᾶγμα τὴν ἔκπληξιν λάβετε. οὐκ ἔμπλαστρον ἐπέθηκεν, οὐκ ἰατρικοῖς ἐχρήσατο μηχανήμασιν ἢ βοηθήμασιν. λόγῳ εἶπεν, καὶ τὸ ἔργον ἐπηκολούθησεν. προσέταξε, καὶ τὸ πρόσταγμα ἐγὼ ἐπιτελῶ. εὐπειθὴς γέγονα τούτου τῷ προσ τάγματι τοῦ διὰ προσταγμάτων θεραπεύσαντος. εἰ μὲν γὰρ ὁ προστάξας πρὸς τὸ ἰαθῆναι ἀνίσχυρος ἦν τοῖς προστάγμασιν, οὐκ ἔδει τούτοις ὑπακούειν. ἐπειδὴ δὲ λόγοις προστέτακται ἐναργὲς πολυχρόνιον παῦσαι πάθημα, δικαιότατα ἀκούω τούτου, οὗ καὶ νόσος ἀκούσασα ἀπηλλάγη. ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν, ἆρον τὸν κράββατόν σου. 16 Οὐκ ᾔδει ὁ θεραπευθείς, τίς ἐστιν ὁ θεραπεύων. πολὺ τὸ ἀκενόδοξον τοῦ σωτῆρος ἡμῶν παρίσταται. ἰατρεύσας γὰρ ἐξέκλινεν, ἵνα μὴ γνωρισθῇ ἐπὶ τῇ ἰατρείᾳ. ἡμεῖς δὲ πᾶν τοὐναντίον ποιοῦμεν. εἰ συμβῇ ποτε ὀνείρατα θεάσασθαι, ἢ διὰ χειρῶν βοηθῆσαι, ἢ δαίμονα δι' ἐπικλήσεως ἀπελάσαι, τοσοῦτον ἀπέχομεν τοῦ κρύψαι τὸ κατόρθωμα, ὥστε καὶ μὴ ἐρωτώμενοι καυχώμεθα. Ἰησοῦς δέ, τοῖς ἔργοις διδάσκων ἡμᾶς τὸ μὴ περὶ ἑαυτοῦ λέγειν, τὴν ἴασιν παρέχων ἐξέκλινεν ἅμα, ἵνα μὴ γνωρίζηται, εὐκαίρως ἀναχωρῶν καὶ εὐκαίρως παρών. ὅτε μὲν γὰρ ἐχρῆν κλεϊσθῆναι τὴν εὐφημίαν τοῦ κατορθώματος, τότε ἀναχωρεῖ. ὅτε δὲ τῶν ὄχλων ἀναχώρησις γέγονεν, ἵνα μετὰ τῆς σωματικῆς ἰατρείας ἐπαγάγῃ καὶ τὰ τῆς ψυχῆς τεθεραπευμένα, τότε παρὼν ἔλεγεν· ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. 17 Ποικίλος δέ ἐστιν ἰατρός, ποτὲ μὲν πρῶτον ψυχὴν θεραπεύων, εἶτα σῶμα, ποτὲ δὲ ἀντιστρόφως. μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. διδάσκων δι' ἑνὸς πολλούς. οὐ γὰρ πρὸς ἐκεῖνον μὲν ὁ λόγος μόνον, ἀλλὰ γὰρ καὶ πρὸς πάντας ἡμᾶς. εἴ ποτε γὰρ παθήμασιν περιπέσωμεν ἢ λύπαις ἢ ἀνάγκαις, μηδεὶς θεῷ προσγραφέτω. ὁ γὰρ θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. ἕκαστος δὲ ἡμῶν σειραῖς ἁμαρτιῶν σφιγγόμενος μαστιγοῦται. Μηκέτι ἁμάρτανε ἵνα μὴ χεῖρόν σοί τι γένηται. ἄκουε τοῦ ῥητοῦ πᾶς ἄνθρωπος, καὶ ὁ πρὸ τούτου πορνεύων ἀποτιθέσθω τὸ πάθος, καὶ ὁ πρὸ τούτου πλεονέκτης γενοῦ ἐλεήμων. ἀκουέτω ὁ ἅρπαξ, μηκέτι ἁμάρτανε. Πολλὴ καὶ θεοῦ ἡ ἀμνησικακία, δαψιλὴς ἡ χάρις. ἀλλὰ μὴ τὸ ὑπέρμετρον τῆς ἀνεξικακίας ἐφόδιον λάμβανε τῆς καταφρονήσεως, μηδ' ὅτι θεὸς μακρόθυμος, διὰ τοῦτο ἁμάρτανε. ἀλλὰ θεραπεύθητι λοιπὸν τὰ σαρκικὰ πάθη, καὶ λέγε καὶ σὺ τὸ εὐκαίρως ἀναγνωσθέν. ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν ἐὰν δὲ λέγῃ ὁ ἀπόστολος, ὅτε ἦμεν ἐν τῇ σαρκί, οὐ ταύτην ἔλεγεν τὴν σάρκα, ἣν περιβεβλήμεθα, ἀλλὰ τὰς σαρκικὰς πράξεις. ἔτι γε σάρκα φορῶν ἔλεγεν, ὅτε ἦμεν ἐν τῇ σαρκί. ἀλλ' ὅνπερ τρόπον μέλλοντος ἐπάγεσθαι κατακλυσμοῦ ὁ θεὸς ἔλεγεν, οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας, τοῦ πνεύματος εἰς σαρκικὴν προαίρεσιν μεταβαλλομένου, οὕτως καὶ ἐνταῦθα ὁ ἀπόστολος λέγει, ὅτε ἦμεν ἐν τῇ σαρκί. 18 Μηδεὶς τοίνυν ἔστω ἐν σαρκί, ἀλλ' ἐν σαρκὶ ὢν μὴ κατὰ σάρκα περιπατείτω. οὐ γὰρ βούλεται ἡμᾶς ὁ ἀπόστολος τελείως ἑαυτοὺς ἐξαγαγόντας ἐκ τοῦ κόσμου μὴ ἐργάζεσθαι φαῦλον, ἀλλ' ἐν σαρκὶ ὄντας ἡμᾶς καταδουλῶσαι τὴν σάρκα, καὶ μὴ ἄρχεσθαι ὑπ' αὐτῆς. μὴ δουλωθῶμεν, ἀλλ' ἄρξωμεν. τροφῇ χρησώμεθα συμμέτρῳ, μὴ τῇ γαστριμαργίᾳ καταφερόμενοι, ἀλλὰ χαλινοῦντες τὴν γαστέρα, ἵνα καὶ τῶν ὑπὸ γαστέρα ἄρξωμεν. ἀρχέσθω τὸ σῶμα ὑπὸ τῆς ψυχῆς, καὶ μὴ συρέσθω ἡ ψυχὴ ὑπὸ τῶν σαρκικῶν ἡδονῶν. Μηκέτι ἁμάρτανε, ἵνα μή τί σοι χεῖρον γένηται. κηρύσσει μὲν ἅπασιν ὁ λόγος, γένοιτο δὲ πάντα τὰ ὦτα ἀκούειν. οὐ γὰρ πᾶσα ἀκοὴ σαρκὸς δεχομένη τὸν λόγον ἤδη δέχεται εἰς τὴν διάνοιαν. διὰ τοῦτο ὁ σωτὴρ ἔλεγεν· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, τοῖς ἔχουσιν ὦτα σαρκὸς διαλεγόμενος. 19 Ἀκουέτω τοίνυν ἅπας Ἰησοῦ καὶ μηκέτι ἁμαρτανέτω, ἀλλὰ τῷ ἁρματιῶν συγχωρητῇ προσδράμωμεν. καὶ εἰ νοσοῦμεν, προσφύγωμεν· εἴτε ἀλγοῦμεν

About this text

Cyril of Jerusalem, Homilia in paralyticum juxta piscinam jacentem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril of Jerusalem’s Homilia in paralyticum juxta piscinam jacentem — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.