Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
ὑμνεῖται· καὶ γὰρ δέκα λόγους Μωσῆς δέδωκε, καὶ δεκάται παρέχονται. Ὥσπερ δὲ τὸ ὕδωρ, πρότερον διακεχυμένον κατὰ πρόσωπον πάσης τῆς γῆς, ὕστερον τῇ τρίτῃ ἡμέρᾳ συναγαγὼν ὁ Θεὸς εἰς συναγωγὴν μίαν, ἐποίησε τὰς θαλάσσας, καὶ τοὺς ποταμοὺς, καὶ τὰ φρέατα· οὕτω καὶ τὸ φῶς, τὸ ἐν ἀρχῇ κτισθὲν, πρότερον διακεχυμένον, ἀθρόως ὕστερον τῇ τετάρτῃ ἡμέρᾳ συναγαγὼν ὁ Θεὸς, ἐποίησεν ἐξ αὐτοῦ τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς λοιποὺς ἀστέρας. Οὐχ ὅτι ἄλλο τι παρὰ τὴν ἡμέραν ὁ ἥλιος. ΚΕΦ. Γʹ, στ. ιθʹ. Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ. ∆ιδύμου. Τί γὰρ ἐκ τῆς τοῦ σώματος ἀκολουθίας οὐκ ἐπώδυνόν ἐστιν, ἡδονῶν τε καὶ μεριμνῶν ἐξ αὐτοῦ φυομένων; Ταύτας γὰρ εἶναι τὰς
About this text
Didymus the Blind, Commentarii in Octateuchum et Reges (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Octateuchum et Reges — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.