Unit 3 rem close
Rem CLOSEOUT: Unit 3 CLOSEOUT.
Greek
ὑψίστου". ἴδε· δοκεῖ ὧδε ἀπεστάλθαι ἀπὸ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος. ἄλλοι δὲ οὕτως ἀναγιγνώσκουσιν, καὶ κρείττω ἐστὶν αὕτη ἡ ἀνάγνωσις· "καὶ κύριος κύριος ἀπέστειλέν με· ἀπέστειλεν δὲ καὶ τὸ πνεῦμα αὐτοῦ"· ὁ πατὴρ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα. ἡ δὲ πρότερον ἐκδοχὴ τοῦτο λέγει, ὅτι ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἀπέστειλαν τὸν υἱόν. ἕκαστος δὲ κατάλληλον ἑαυτῷ νόησιν πρὸς τὴν ἀνάγνωσιν δέχεται, ὡς ἤδη ἐλέχθη. καὶ ἐνταῦθα οὖν πρόσωπόν ἐστιν τοῦ κυρίου τοῦ ἐνταῦθα λεγομένου. ἐστὶν δὲ ὁ υἱὸς ἡ εἰκὼν αὐτοῦ, "ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ". περὶ τοῦ οὖν ἀναλημφθέντος προσ ώπου ὑπὸ τοῦ σωτῆρος καὶ παντὸς δικαίου λέγεται ὅτι· "εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου", ὅταν γὰρ ἔλθῃ ὁ υἱός καὶ ὁ 12 πατήρ, καὶ ἑωρακώς τις τὸν χαρακτῆρα εὐθέως ἴδῃ καὶ τὸν οὗ ἐστιν ὁ χαρακτήρ· "ὁ" γὰρ 19 "ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα". ἡ εὐφροσύνη ὑπὸ θεοῦ γίνεται καὶ τοῦ προσώπου αὐτοῦ. δυνατὸν δὲ καὶ οὕτως ἐκλαβεῖν· "εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου". λοιπὸν περὶ παντὸς δικαίου τοῦτο λέγει· τὸ γὰρ σὸν πρόσωπον, καθ' ὃν "κατ' εἰκόνα καὶ ὁμοίωσιν" γέγονεν, ἀναδειχθήσεται αὐτοῦ. καὶ λέγω· τὰ συνβεβηκότα κἂν χωριστὰ ᾖ, συνύπαρκτα πολλάκις γίνεται ταῖς οὐσίαις· οἷον τὸ χρῶμα· μὴ γὰρ πρῶτον κτίζεται τὸ σῶμα, εἶτα χρώννυται· κεχρωσμένον κτίζεται, καὶ ὅμως λέγομεν, ὅτι τῶν συμβαινόντων καὶ ἀποσυμβαινόντων ἐστὶν τὸ χρῶμα ἐν τισίν. "ἐν τισὶν" δὲ προσέθηκα, ἐπεὶ τῶν αἰσθητῶν ἐπὶ τῇ χιόνι οὐδὲ ἐπιγίνεται οὐδὲ ἀπογίνεται· οὐδὲ ἡ ὑγρότης τῷ ὕδατι ἐπιγίνεται· οὐσιώδη γάρ ἐστιν. ἐπεὶ τοίνυν ἀγαθὸν τὸ λογικὸν ἀρχῆθεν γέγονεν, οὐχ οὕτως ἐστὶν ἀγαθὸν ὡς ὁ θεός· οὐ γὰρ κατ' οὐσίαν, ἀλλὰ καθ' ἕξιν καὶ διάθεσιν ἀγαθός ἐστιν. κἂν γέγονεν τοίνυν ὁ ἄνθρωπος "κατ' εἰκόνα καὶ ὁμοίωσιν", χωριστόν ἐστιν τοῦτο ὃ ἔχει εἶδος ἀποβαλλόμενον καὶ ἀναλαμβανόμενον. πλὴν ὅτε θεὸς σῴζει, πᾶσα εἰκὼν οἰχήσεται. αὕτη δὲ ἀναδειχθήσεται ἐν τῷ σωθέντι. 8 ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ κύριον. ὁ βασιλεὺς οὗτος ἐλπίζει ἐπὶ κύριον. ἐλπίζει ὅτι σωτηρία ἔσται ἐκείνοις, ὑπὲρ ὧν ἐλήλυθεν παθεῖν. οὐκ ἀμφίβολον ἔχει τὸ τέλος τοῦ σπουδαζομένου, ἀλλὰ ἐλπίζει ἀμεταθέτως· "ἐν" γὰρ "τῷ ἐλέει τοῦ ὑψίστου οὐ σαλεύεται". οὐ διαπίπτει οὖν αὐτοῦ ἡ ἐλπίς. καὶ λέγω παράδειγμα, τάχα δὲ βίαιόν ἐστιν· οὐδεὶς τὰ παρόντα ἐλπίζει. ὁ ὑγιαίνων οὐκ ἐλπίζει ὑγιασθῆναι, ὁ πλουτῶν οὐκ ἐλπίζει πλουτῆσαι. τῶν μελλόντων οὖν ἐστιν. ἡ ἐλπὶς καὶ ἡ προσδοκία ταὐτόν ἐστιν. γένος ἐστὶν τῆς ἐλπίδος ἡ προσδοκία· ἐλπὶς γοῦν ἐστιν προσδοκία ἀγαθῶν παρὰ θεοῦ. τῶν οὖν μελλόντων τὰ μὲν ἐνδεχομένην ἔχει τὴν ὕπαρξιν, ὥστε δυνηθῆναι γενέσθαι καὶ μὴ γενέσθαι ὡς τὰ ὁπότερ' ἔτυχεν, τὰ δὲ πάντως ἐκβήσεται· οἷον ὃ λέγω ἐπιστημονικῶς, κατ' εἰκόνα, ὅτι μετὰ τοσήνδε περίοδον ἔκλειψις ἔστιν τοῦ ἡλίου. ἐλπίζει ταύτην μόνος ὁ ἐπιστήμων· ὁ γὰρ ἄλλος ὅλως οὐκ οἶδεν, εἰ γίνεται ἢ οὐ γίνεται. ὑπομνῆσαι καλὸν τοῦτο ὅτι τέσσερά ἐστιν τὰ προβλήματα· δύο ἁπλᾶ καὶ δύο σύνθετα. ἁπλᾶ μὲν τὸ ὅτι ἔστιν καὶ τί ἐστιν. εἶτα σύνθετα τὸ πῶς ἔστιν καὶ διὰ τί ἔστιν. τοῦ ἐπιστήμονος οὖν ἐστιν προσδοκᾶν ταῦτα τὰ πάντως ἐπιστημονικῶς γενησόμενα. οἶδεν γὰρ καὶ ὅτι ἔστιν ἔκλειψις καὶ τί ἐστιν ἔκλει ψις ὅτι ὑποδρομὴ σελήνης. καὶ πῶς γίνεται ὅτι, ὅταν κατὰ κάθετον ὑπὸ τὸν ἥλιον ἡ σελήνη γένηται, ἔκλειψις γίνεται. ἰδοὺ τὸ πῶς γίνεται. τὸ δὲ διὰ τί οὕτως, ὅτι κυκλεύων ὁ ἥλιος ἐν διαφόροις γίνεται διαστήμασιν. ἔστιν δὲ ὑπὸ τὸν ἡλιακὸν κύκλον ὁ τῆς σελήνης. οὐκ ἀεὶ οὖν γίνεται κατὰ κάθετον. οἷον δύο κύκλοι εἰσίν. ἐὰν ὧδε γένηται καὶ πάλιν εἰς τὸν ὑποκάτω, κρύπτει τὸ κάτω γινόμενον τὸ ἄνω. 20 λέγουσιν γοῦν ὅτι ἔκλειψίς ἐστιν ἀντίφραξις σελήνης πρὸς τὸν ἥλιον. ἐπιστήμονος οὖν ἐστιν ταύτην τὴν ἀδιάπτωτον προσδοκίαν εἰδέναι. καὶ τῶν τυχόντων δὲ προσδοκῆσαι, φέρε, ὑετὸν ἢ εὐκαρπίαν. διαμαρτάνει δὲ πολλάκις ταῦτα. λέγει γοῦν ὅτι· "εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ· ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ τὸν κύριον". βασιλεύς ἐστιν ὁ ἐλπίζων. ἀδιάπτωτος δὲ ἡ τούτου ἐλπὶς καὶ προσδοκία. καὶ λέγει· 8 ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ. ἐλεούμενος πρὸς τοῦ ὑψίστου οὐ σαλεύεται· τότε γὰρ σαλεύεται, ὅταν ἀνάξιοι τῆς βασιλείας αὐτοῦ οἱ ὑπήκοοι εὑρεθῶσιν. καταλείπει δὲ αὐτούς, ἀποστρέφεται αὐτούς. καὶ τὸ ἐλπίζειν ὡς τὸ μεταμέλεσθαι τὸν θεὸν οὕτω
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.