Unit 9 rem close
Rem CLOSEOUT: Unit 9 CLOSEOUT.
Greek
αἰνούντων αὐτόν, ζήσονται οὐκ ἐπὶ ἕνα αἰῶνα, ἀλλ' "εἰς τὸν αἰῶνα τοῦ αἰῶνος". πλῆθος δὲ αἰώνων σημαίνεται· οὐ γὰρ εἶπεν· "εἰς τὸν αἰῶνα τοῦ αἰῶνος". καὶ ὥσπερ "σάββατα σαββάτων" λέγεται καὶ "ἐνιαυτὸς ἐνιαυτῶν" ὁ τοσαῦτα ἔτη ἔχων ὅσαι εἰσὶν ἡμέραι τοῦ ἐνιαυτοῦ, ζήσεται "εἰς τὸν αἰῶνα τοῦ αἰῶνος". 28 μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς. προφητεύει περὶ τῆς σωτηρίας πάντων τῶν ἀνθρώπων· δεῖ γὰρ ὑπαρχθῆναι ἐκεῖνο, περὶ οὗ πάλιν ἐν ἄλλῳ ψαλμῷ οὗτος ὁ ἅγιος λέγει· "πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου"· μὴ γὰρ ἐποίησεν ὁ θεὸς τὰ λογικά, ἵνα ἁμαρτάνωσιν, ἵνα ἀντιθέους ἀναστήσαντες τούτοις λατρεύωσιν, ἀλλὰ ἵνα θεὸν τιμῶσιν. καὶ ἐπεὶ ἡ πρόθεσις τοῦ πεποιηκότος αὕτη, ἐμεσολάβησεν δὲ πρόθεσις τῶν γεγενημένων, δεῖ τὴν τοῦ θεοῦ κρατῆσαι. ὅταν οὖν μνησθῇ, ἡμεῖς δὲ παρέχομεν τὴν αἰτίαν τοῦ μνησθῆναι· μνημονεύει γὰρ τῶν μνημονευόντων, ὡς γιγνώσκει τοὺς ἐπισταμένους. ὅταν ἡμεῖς μνησθῶμεν, τότε μνημονεύει ἡμῶν καὶ καλεῖ ἡμᾶς εἰς σωτηρίαν. τὸ "ἐπιστραφήσονται" δείκνυσιν ὅτι οὐδεὶς κατὰ οὐσίαν κακός ἐστιν, ἀλλὰ κατὰ προαίρεσιν. εἰ δὲ ἴσχυσεν τὸ κακὸν ἐλάσαι τὴν προαίρεσιν εἰς ἄλλο τι ἄλλως, ἰσχύσει τὸ ἀγαθὸν ἀνακαλέσασθαι αὐτὴν εἰς τὴν προτέραν κατάστασιν. 28 καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. μετὰ τὸ ἐπιστραφῆναι προσκυνοῦσιν. οὐ πρῶτον προσκυνοῦσιν, εἶτα ἐπιστρέφονται. προκοπὴν οὖν αὐτῶν σημαίνει. μέγα δέ ἐστιν τὸ ἐνώπιον θεοῦ προσκυνῆσαι. ἐκεῖνος ἐνώπιον αὐτοῦ προσκυνεῖ ὁ προσκυνῶν αὐτὸν ὡς δεῖ. λοιπὸν τὴν αἰτίαν· "ὅτι" αὐτοῦ ἐστιν "ἡ βασιλεία". βασιλείαν ὧδε λέγει οὐ τὴν ἀρχήν, ἀλλὰ τοὺς βασιλευομένους, καθ' ὃ 37 λέγεται· "ἐν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλείας τοῦ δουλεύειν τῷ κυρίῳ". εἰ ἦσαν ἐκ κατασκευῆς φαῦλοι, ἄλλου ἦσαν. 29 καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. ἐπεὶ αὐτοῦς ἐστιν ἡ βασιλεία καὶ αὐτὸς τὰ ἔθνη πεποίηκεν, καὶ δεσπότης αὐτῶν ἐστιν. πρὸς τὸν δεσπότην οὖν ἑαυτῶν ὑποστρέφουσιν. οὐ πλουτίζουσιν τὸν θεὸν ἐπιστρέψαντες· αὐτοῦ γάρ εἰσιν.
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.