Commentarii in Psalmos · §u11-rem-early

Unit 11 rem early

Rem early: Unit 11; lemma and argument toward the thesis.

Greek

μεθυςκόμενοι νυκτὸς μεθύουσιν". σὺν σκότῳ καὶ ἀγνοίᾳ 65 οὗτοι μεθύουσιν. οἱ δὲ μεθύοντες θεῖον πόμα λαβόντες, τουτέστιν εὐφρανθέντες, νηφαλίως μεθύουσιν. "φάγετε, πίετε, μεθύσθητε, ἀδελφοί", ὁ νυμφίος ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων λέγει. τὸ "μεθύσθητε" οὐ τοῦτο λέγει, οὐ "κραταιώθητε" ἀπὸ οἴνου, ἀλλ' "εὐφράνθητε". 6 καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. τὸ ἔλεός σου ὡς "ἐλίπανας τὴν κεφαλήν μου"· οὐ πρὸς ὀλίγον λιπαίνει μου τὴν κεφαλήν, ἀλλὰ ἀεί· ἐπεὶ πάρ εστίν μοι καὶ οὕτως αἰώνιος χριστὸς ἕκαστος τῶν χρισθέντων γίνεται. "πάσας" οὖν "τὰς ἡμέρας τῆς ζωῆς μου" διώκει με· οὐκ ἐᾷ με πόρρω αὐτοῦ γενέσθαι· παράμονον γάρ ἐστιν, ἐπεὶ πάρεστίν μοι, καὶ οὕτως αἰώνιος χριστὸς ἕκαςτος τῶν χρισθέντων γίνεται. οὐκέτι λοιπὸν κατασκηνοῖ καὶ οὐκ ἐπὶ μίαν ἢ δευτέραν, ἀλλ' ἐπὶ "πάσας τὰς ἡμέρας τῆς ζωῆς μου". "ἡμέρας" δὲ "πάσας τῆς ζωῆς" τοὺς φωτισμοὺς τῆς ψυχῆς ἐκλάμβανε ἀπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γενομένους. 1 ψαλμὸς τῷ ∆αυίδ· τῆς μιᾶς σαββάτων. κατάλληλον ἔχει τὴν προγραφήν· εἰς τὴν ἡμέραν γὰρ τὴν μίαν τῶν σαββάτων. "μίαν σαββάτου"· ἡ ὀγδοὰς ἡ ἑπομένη. αὕτη καὶ πρώτη σαββάτου ἐστίν. εἶτ', ἐπεὶ ἀρχή ἐστιν δῆθεν κύκλου ἑβδομάδος, καλεῖται καὶ ὀγδοάς· μέχρι γὰρ ἑβδομάδος περιγράφεται ἡ ἑβδομάς, μέχρι ἑβδόμης προσθήκης ἤτοι ἡμέρας ἢ μονάδος. ἡ δευτέρα ἄρχεται πάλιν ἀπὸ μονάδος. αὕτη ὁτὲ μὲν λέγεται πρώτη σαββάτου, τουτέστιν μετὰ τὸ σάββατον, ὁτὲ δὲ ὀγδοάς, ἵνα συναχθῶσιν αἱ δύο ἑβδομάδες. διδόντος τοῦ ἁγίου μέρος τοῖς ἑπτὰ καὶ τοῖς ὀκτὼ ὁ Ἰουδαῖος μόνον τὸ σάββατον ἔχει. οὐδὲ πρώτην σαββάτου ἔχουσιν οὐδὲ ὀγδοάδα, ὅλως οὐ θεωρήσαντες τὴν προτέραν ἑβδομάδα. μόνος οὖν ὁ ἐκκλησιαστικὴν γνώμην ἔχων, ὁ κατὰ ἄλλην παραβολὴν τοῦ εὐαγγελίου "προφέρων ἐκ τοῦ θησαυροῦ νέα καὶ παλαιά", ἐκεῖνος ἔχει τὴν νέαν τοῦ σαββάτου. ὑπερβὰς τὴν πρώτην ἑβδομάδα ἤρξατο τῆς δε̣υ̣τέρας 43 τῆς κατὰ τὸ εὐαγγέλιον. καὶ αὕτη ὀγδοὰς λέγεται ὡς πρὸς τὴν πρώτην ἑβδομάδα καὶ πρω´̣τη σαββάτων. οἱ πρῶτοι στίχοι τοῦ ψαλμοῦ καὶ κατὰ λέξιν κα̣ι`̣ νοητὸν δύνανται ἐκλαμβάνεσθαι. πλήρωμα δὲ τῆς γῆς τὸν κόσμον αὐτῆς ἐκλημπτέον· ὅ γε̣ εἶπεν Μωυσῆς· γενομένων γὰρ ἐπ' αὐτῆς φυτῶν καὶ ζῴων εἴρηται ὅτι· "συνετελέσθη ὁ κόσμος τοῦ οὐρανοῦ καὶ τῆς γῆς. καὶ συνετέλεσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ". καὶ ἐπὶ ῥητοῦ λαμβάνομεν, ὅτι οἱ καρποὶ καὶ τὰ ζῷα πλήρωμά ἐστιν γῆς. καὶ ὁ ἀπόστολος παιδεύει λέγων· συμβουλεύων γὰρ τοῖς ἀπὸ ἐθνῶν πιστεύσασιν καὶ τοῖς Ἰουδαίοις μὴ δεισιδαιμονεῖν περὶ τὰς τροφὰς λέγει· "πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀποκρίνοντες· 66 τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς". κρέα δὲ μάλιστα ἐν τοῖς μακέλλοις πιπράσκεται, ἀλλὰ καὶ τὰ ἄλλα ὤνια τὰ πρὸς τροφὴν συντελοῦντα. 1 τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. καὶ πρότερον εἶπον, ὅτι διῃρέθη ἡ γῆ ὡς τὸ μὲν αὐτῆς γεωργήσιμον εἶναι, τὸ δὲ πρὸς οἴκησιν ἐπιτηδείως ἔχον. τὸ πρὸς οἴκησιν οὖν ἔχον τὴν ἑτοιμασίαν οἰκουμένη καλεῖται, τὸ δὲ πρὸς γεωργίαν καὶ τὰ ἄλλα γῆ. ἀμφοτέρων οὖν ποιητής ἐστιν ὁ θεός· πῶς γὰρ αὐτοῦ ἦν ταῦτα, εἰ μὴ αὐτὸς αὐτὰ πεποιήκει; "τοῦ κυρίου" οὖν "ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς". κατὰ κοινοῦ λάμβανε τό· 2 αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἑτοίμασεν αὐτήν. ἤτοι τὴν γῆν ἢ τὴν οἰκουμένην. ἡ οἰκουμένη δὲ καὶ γῆ ἐστιν. ἴσον ἐστὶν τὸ λεγόμενον ἐνταῦθα τῷ εἰρημένῳ οὕτω· "τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τὸ ὕδωρ", καὶ ὑπὸ τοῦ Ἰώβ· "κρεμάζων γῆν ἐπ' οὐδενός"· εἰ γὰρ ἐν θαλάσσῃ τεθεμελίωται, οὐκ ἔχει θεμέλιον σκληρὸν καὶ ἀντίτυπον, ἀλλ' ἐν τοῖς ὕδασι ἔχει τὸ κρεμάσθαι. καὶ πᾶν μὲν ὕδωρ ἀντερίζον ἔδαφος ἔχει. ἐπειδὴ δὲ ἡ θάλασσα ἔχει ὑποκείμενον ἔδαφος, πάντως κἀκεῖνο δεῖ ἔχειν τι ὑποκείμενον. οὐκ εὑρίσκεται δὲ ἄλλο ἢ τὸ ὑγρόν. διὰ τοῦτο λέγει ἐπὶ θαλασσῶν τεθεμελιῶσθαι τὴν γῆν. αὐτὴ πρὸς ἑαυτὴν συνστρεφομένη κρατεῖ ἑαυτήν. οὐκ ἔδαφος ἀντερίζον σκληρὸν ἐᾷ αὐτὴν οὕτω τετάχθαι, ἀλλὰ αὐτὴ περὶ ἑαυτὴν στρέφεται. ἀμέλει γοῦν καὶ Ἑλλήνων οἱ λόγοι λέγουσιν, ὅτι εὐθεῖαι πεμπόμεναι ἀπὸ τοῦ κύκλου –εὐθεῖαι δὲ οὐκ αἰσθηταί, ἀλλὰ λόγῳ θεωρεῖται– διακρατοῦσιν αὐτὴν ἐν τῷ μεσαιτάτῳ. καὶ τοῦτό ἐστιν τὸ ἐπὶ μηδενὸς αὐτὴν κρεμάσθαι. ἐστὶν δὲ τοῦτο τὸ βούλημα τοῦ θεοῦ· "ἐθεμελίωσας" γὰρ "τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κινηθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος"· πῶς γὰρ οἷόν τε κλιθῆναι τὴν οὕτω ψήφῳ θεοῦ τὴν ἕδραν εἰληφυῖαν; ἐπεὶ τοίνυν ἐπὶ θαλάσσης ἡ γῆ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.