Unit 15 rem early
Rem early: Unit 15; lemma and argument toward the thesis.
Greek
μισουμένων ψήφῳ καὶ κρίσει τῆς προνοίας τὰ μὲν φανεροῦται, τὰ δὲ οὔ. τὸ τοῦ Ἰωάννου μετὰ θάνατον αὐτοῦ φανερὸν γέγονεν, ἄλλων δὲ πρὸ θανάτου, τῆς Σωσάννης καὶ τοῦ Ἰωσήφ. κἄν τε οὖν ἐνταῦθα ἐκδίκησις γένηται κἂν μή, οὐδεὶς ζητεῖ ὅτι ὧδε ἢ οὐχ ὧδε· κρίσει γὰρ θεοῦ ταῦτα γίνεται· "ἀνεξερεύνητα" γάρ ἐστιν "αὐτοῦ τὰ κρίματα". 20 φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ. ἐάν μου φυλάξῃς τὴν ψυχὴν ἀζημίωτον καὶ ἀβλαβῆ, οἶδα ὅτι ῥυσθήσομαι· ἤτοι γὰρ ῥύομαι ἀπὸ τῶν κακούντων ἢ στέφανον λαμβάνω διὰ τὸ τεθλῖφθαι. 21 ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, κύριε. οὐ μόνον ἐγὼ ἐμαυτὸν ἐκέρδησα ὑπομείνας ὑπομονὴν τὴν σῴζουσαν –ἡ ὑπομονὴ δὲ φέρει σωτηρίαν· "ὁ ὑπομείνας" γὰρ "εἰς τέλος σωθήσεται"–· πολλοὺς ἐκέρδησα ὅτι ὑπέμεινά σε, πολλοὺς φίλους ἔσχον. ἀκάκους δὲ ἐνταῦθα τοὺς στερομένους κακίας λέγει, οὐ τοὺς εὐήθεις. συνεζεύχθησαν γοῦν αὐτοῖς οἱ εὐθεῖς. κατὰ τὴν ἀποδοχὴν τῆς κακίας ἄκακοί εἰσιν, κατὰ δὲ τὴν λῆμψιν τῆς ἀρετῆς εὐθεῖς. οἷον ὁ ἐκκλίνας ἀπὸ τοῦ κακοῦ ὥστε μηκέτι ἐνεργεῖν αὐτὸ ἄκακος γέγονεν. ἐπειδὴ δὲ μετὰ τὴν ἔκκλισιν τὴν ἀπὸ τοῦ κακοῦ ποίησις ἀγαθοῦ διαδέχεται, εὐθὴς γίνεται ὁ ἐκκλίνας ἀπὸ τοῦ κακοῦ. δυνατὸν οὖν τοὺς αὐτοὺς ἀκάκους καὶ εὐθεῖς λέγειν κατὰ ἄλλην καὶ ἄλλην ἐπίνοιαν. δυνατὸν δὲ καὶ οὕτω· οἱ κατὰ πρᾶξιν ἔξω κακίας ὄντες ἄκακοί εἰσιν, εὐθεῖς δὲ οἱ τὰ τῆς εὐσεβείας φρονοῦντες. 22 λύτρωσαι, ὁ θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. ἐπεὶ αὐτὸς τετύχηκεν τῆς αἰτήσεως τῆς περὶ ἑαυτοῦ, βούλεται καὶ τῷ Ἰσραήλ, παντὶ τῷ διορατικῷ καὶ νοῦν ἔχοντι, ὑπαρχθῆναι τὴν αὐτὴν σωτηρίαν, τὸ ἔξω τῶν θλίψεων γενέσθαι θεοῦ λυτρωσαμένου. οὐκ ἀπεικὸς δὲ καὶ περὶ τοῦ ἀνθρώπου τοῦ κυριακοῦ ἐκλαβεῖν ταῦτα. ἀρχόμενοι δὲ τοῦ ἀφ' οὗ ἠρξάμεθα ψαλμοῦ εἰ ρήκαμεν, ὅτι τὰ περὶ τοῦ ἀνθρώπου τοῦ κατὰ τὸν σωτῆρα λεγόμενα κοινά εἰσιν πάντων τῶν δικαίων, μόνων ἐκείνων αὐτοῦ ὄντων ἰδίων τῶν θεολογικῶν. 1 Κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. σφόδρα παρρησιαζομένου πρὸς θεὸν ἡ φωνή. παρρησίαν δὲ πρὸς θεὸν ἔχει, οὗ ἡ καρδία μὴ καταγιγνώσκει, ὡς γράφει ὁ μέγας μαθητὴς καὶ εὐαγγελιστὴς Ἰωάννης ἐν τῇ κατ' αὐ91 τὸν ἐπιστολῇ· "ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγιγνώσκῃ, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν". ὅλος οὖν ὁ ψαλμὸς ἀπὸ πολλῆς παρρησίας ἀναπέμπεται. καὶ τὰ μὲν ὡς ἤδη κατορθωθέντα λέγει, τὰ δὲ ὡς παρόντα καὶ ἐνεργούμενα διηγεῖται, τὰ δὲ εὐχήν τινα σημαίνει τοῦ λέγοντος· τὸ γάρ· "κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην". οὐκ εἶπεν "πορευθήσομαι", ἀλλ' "ἐπορεύθην". ἀκακίαν δὲ ἐνταῦθα λέγει τὸ ἀπανοῦργον. ὁ στραφεὶς κατὰ τὴν ὑφήγησιν Ἰησοῦ καὶ γενόμενος ὡς τὰ παιδία, ἐκεῖνος ἐν ἀκακίᾳ γέγονεν, καὶ ἐστίν γε ὁ τοιοῦτος ταῖς μὲν φρεσὶν τέλειος, τῇ δὲ κακίᾳ νηπιάζων, ὡς ὁ ἀπόστολος γράφει· "ταῖς φρεσίν", φησίν, "τέλειοι γίνεσθε, τῇ δὲ κακίᾳ νηπιάζετε". ὁ νηπιάζων τῇ κακίᾳ οὐκ ἀγνοεῖ αὐτήν –πῶς γὰρ ἐνηπίαζεν κατ' αὐτήν, εἰ ἠγνόει αὐτήν; –, ἀλλ' οὐκ ἐνεργεῖ. τοῦτο γοῦν λέγει· "ἐν ἀκακίᾳ μου ἐπορεύθην". ἐνταῦθα οὖν ἕτερόν ἐστιν. παρὰ ἀμφότερα τὸ ἀπανοῦργον σημαίνει, τὸ ὡς προεῖπον "στραφέντα κατὰ τὰ παιδία". ὁ στραφεὶς οὖν κατὰ τὴν Ἰησοῦ διδασκαλίαν καὶ ὡς τὰ παιδία γενόμενος οὐκ ἀφραίνει. οὐ τὴν ἀφροσ̣υ´̣νην τῶν νηπίων σημαίνει, ἀλλὰ τὸ ἀκίνητον πρὸς τὰ κακά. ἔλεγον οὖν, ὅτι τὸ παιδίον κοιμώμενον μετὰ γυναικὸς ὄρεξιν αὐτῆς οὐ δέχεται. ὅταν οὖν τις τέλειος γενόμενος οὕτως ἔχῃ ἀνορέκτως πρὸς ἀκολασίαν, τῇ κακίᾳ νηπιάζει καὶ ὡς τὰ παιδία στραφεὶς γέγονεν. θεώρει γὰρ ὅτι τὰ παιδία ταῦτα τὰ κατὰ τὴν ἡλικίαν οὐ στραφέντα τοιαῦτά 61 εἰσιν ἀφραίνοντα, εὐήθη. ὁ δὲ τέλειος στραφεὶς γέγονεν τοιοῦτος, ὥστε προαιρετικόν ἐστιν τὸ οὕτω νηπιάζειν, τὸ οὕτω ἄκακον εἶναι. ἐπὶ δὲ τῶν βρεφῶν οὐ τοῦτο φαίνεται, οὐ προαιρετικόν ἐστιν, ἀλλὰ τῆς ἡλικίας μὴ ἐπιτρεπούσης τέλειον ἔχειν λογισμόν. τὸ "ἐπορεύθην" ὧδε οὐκ ἀνακοπὴν λέγει καὶ παῦλαν, ἀλλ' ὅτι ἐκ πολλοῦ οὕτως ἠρξάμην ἢ μητρόθεν οὕτως ἠρξάμην· λέγει γὰρ ὅτι· "ἐπὶ σοὶ ἐπεστηρίχθην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής". καὶ οἱ ἅγιοι δέ, περὶ ὧν εἴρηται· "οὓς προέγνω καὶ προώρισεν συνμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ", ταύτης εἰσὶν τῆς παρρησίας. 1 καὶ ἐπὶ τῷ θεῷ ἐλπίζων οὐ μὴ ἀσθενήσω. οὐκέτι λέγει "ἐλπίσας", ὡς τὸ "ἐπορεύθην". ἡ πρὸς θεὸν δὲ ἐλπὶς ἰσχυρὸν καὶ πάνυ γε δυνατὸν ποιεῖ. ἐπεὶ τοίνυν ἐπὶ σοὶ ἐλπίζω, "οὐκ ἀσθενῶ". περὶ ταύτης τῆς
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.