Commentarii in Psalmos Unit 18 opening
Unit 18.
Lemma-led open — ἐργάζεσθαι καὶ φυλάττειν αὐτόν
Greek
πεντήκοντα, ὁ ἕτερος πεντακόσια". καὶ θεώρει ὅτι ἀμφοτέρων τῶν μετανοούντων τὸν ἀριθμὸν ἐν πέντε διέταξεν· συγγένειαν γὰρ ἔχει πρὸς τὸν πεντήκοντα ὁ πεντακόσια· δεκαπλασιασθεὶς γὰρ ὁ πεντήκοντα γίνεται πεντακόσια. 107 κατά τι οὖν τοιοῦτο μυστήριον τὸ περὶ τοῦ ἀριθμοῦ καὶ ὁ ψαλμὸς ὁ τῆς ἐξομολογήσεως ἐν τούτῳ τέτακται· ἐλέου γὰρ δηλωτικός ἐστιν ὁ ἀριθμός. ἀμέλει γοῦν καὶ πεντηκοστὴν εἰσπράττονται οἱ νικήσαντες πόλεμον. καὶ ὑπὲρ τῶν μὴ πολεμησάντων, ἀλλὰ φυλαξάντων τὰ σκεύη οἱ πολεμήσαντες καὶ περιγενάμενοι πεντηκοστὴν τιθέασιν. καὶ ὁ ἱερεὺς ἀρχόμενος τοῦ ἱερατεύειν ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν ἕως πεντήκοντα ἐτῶν μένει. μετὰ τὰ πεντήκοντα ἔτη οὐκέτι λειτουργεῖ, ἀλλὰ φυλάττει τὴν σκηνήν. δείκνυσιν δὲ ὁ λόγος ὅτι δεῖ πρῶτον κατορθῶσαι καὶ πάντα ἱερατικῶς ἐκτελέσαι καὶ ἱερέα τέλειον γενέσθαι ὥστε φθάσαι εἰς τὸν πεντήκοντα ἀριθμὸν καὶ τότε φυλάττειν τὰ ἐν τῇ σκηνῇ. διδάσκει δὲ ὁ λόγος ὅτι ἐν ταῖς προκοπαῖς ἔργων καὶ αὐξήσεως χρεία, ὅταν δὲ τελειωθῇ τις, φυλάττειν ὀφείλει ἃ κατώρθωσεν. ὥσπερ ὁ ὑγίειαν ἀναλαμβάνων ἐν τῷ ὑγιάζεσθαί ἐστιν, ἐν τῷ προςάγεσθαι αὐτῷ τὰ βοηθήματά ἐστιν. ὅταν δὲ τὴν ὑγί ειαν ἑκτικῶς ἀπολάβῃ καὶ σκηνὴν βεβαίαν, λοιπὸν προσάγει ἑαυτῷ φυλακτικὰ τῆς ὑγείας, οὐ τὰ ἀναλαμβάνειν ποιοῦντα τὴν ὑγίειαν, ἀλλὰ φυλακτικά. διὰ τοῦτο καὶ τὸν Ἀδὰμ ὁ θεὸς ἐν τῷ παραδείσῳ τέθεικεν "ἐργάζεσθαι καὶ φυλάττειν αὐτόν". ἐργάζεσθαι δέ, ἵνα καρποφορήσῃ, ἵνα καρποὺς τελείους ἀγάγῃ, φυλάττειν δὲ λοιπὸν τὰ φυτὰ τὰ καρποφορήσαντα. ὥσπερ τὸ ἐργάζεσθαι καὶ φυλάττειν τὰ δύο δηλοῖ–ἐργάζεσθαι δὲ τὸ ἐνεργεῖν τὰ τῆς ἀρετῆς, τὰ τῆς γνώσεως τῆς ἀληθείας, φυλάττειν δὲ τετελειωμένα–, οὕτω καὶ ὁ ἱερεὺς ὅσον ἀπολείπεται τοῦ πεντήκοντα ἀριθμοῦ, ἐν τῷ ἱερατεύειν ἐστίν. ὅταν δὲ πληρώσῃ τοῦτον καὶ ἀποδειχθῇ τέλειος, τὸ τηνικάδε φυλάττει λοιπὸν τὰ ἐν τῇ σκηνῇ. οὐκέτι αὐτὸς ἐργάζεται, ἀλλὰ ἄλλων ἐργαζομένων αὐτὸς τὰς ἀπαρχὰς δέχεται, τὰς δεκάτας λαμβάνει. ἐστὶν δὲ ὁ ἀριθμὸς οὗτος δευτέρου τετραγώνου ἀριθμοῦ ἀρχή. τετράγωνός ἐστιν ὁ ἰσάκις μετρούμενος, δὶς δύο, τρὶς τρεῖς. οὗτος οὖν ἑπτάι ἑπτά ἐστιν· καὶ λοιπὸν ἡ προσθήκη τῆς μονάδος ἀρχὴν ἄλλου καταβάλλεται ἑβδομηντάι ἑπτά. διὰ τοῦτο καὶ περὶ τῆς μετανοίας ὁ σωτὴρ ὑπὸ τοῦ Πέτρου ἐρωτώμενος· "ποσάχις ἁμαρτάνει; λέγει ἕως ἑπτά"; λέγει· "οὐ λέγω σοι ἕως ἑπτὰ μόνον, ἀλλὰ καὶ ἑβδομηκοντάκις ἑπτά". τετράγωνός ἐστιν ὁ ἑπτάι ἑπτά. οὗτος δὲ πλευρὰς ἔχει ἁγίας· ἡ γὰρ ἑβδομὰς πολλάκις ἡμῖν ἀποδέδεικται ὅτι πάντοθέν ἐστιν εὐλογημένη· "εὐλόγησεν" γὰρ "ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν", καί· "οἱ ὀφθαλμοὶ κυρίου οἱ ἐπιβλέποντες πᾶσαν τὴν γῆν ἑπτά εἰσιν". οὐχ ὅτι ἑπτὰ οὕτω λέγω τρεῖς καὶ τέτταρες, ἀλλὰ πληρεστάτη ἐστὶν ἐφόρασις αὐτοῦ καὶ ἐπίβλεψις. οὕτω γοῦν καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων ἡ πεντηκοστὴ ἄγεται ἡ κατὰ τὴν παλαιὰν διαθήκην καὶ τὴν νέαν· ἔχεις γὰρ ἐν ταῖς πράξεσιν τῶν ἀποστόλων ὅτι· "ἐν τῷ συνπληροῦσθαι τὴν πεντηκοστὴν" ἡ δόσις τοῦ ἁγίου 73 πνεύματος δέδοται, τὰ διάφορα χαρίσματα τοῦ πνεύματος ἐπιμετρήθη· ἔδει γὰρ ὑπερβεβηκέναι τὸν ἑπτὰ ἑπτὰ ἀριθμὸν καὶ ἀρχὴν λαβεῖν ἄλλου 108 τοιούτου ἀριθμοῦ καὶ οὕτω τελειωθῆναι. ὁ πεντήκοντα οὖν ἐπὶ πολλῶν παραλαμβάνεται μεγάλων. ὁ ἕβδομος μὴν πάλιν τέλειός ἐστιν. ἡ σκηνοποιία οὖν ἐν τῷ ἑβδόμῳ μηνὶ γίνεται κατ' Ἑβραίους. πάλιν ἓξ ἔτη ἐσπείρετο ἡ γῆ, τῷ δὲ ἑβδόμῳ ἔτει ἄσπορος. ἔμενεν τοῖς πτωχοῖς φυλαττόμενος ὁ ἐνιαυτὸς ἐκεῖνος. κἀκεῖ οὖν πάλιν, εἰ διὰ ἑπτὰ ἐτῶν ἄγεταί τις πανήγυρις, πάλιν ἑβδομαδικός ἐστιν ὁ ἐνιαυτὸς ἐκεῖνος. ἑπτὰ ἑπτὰ ἄγεται δὲ καὶ κατὰ τὸν λεγόμενον παρὰ Ἑβραίοις Ἰωβηλαῖον. ὁ Ἰωβηλαῖος πεντηκοστός ἐστιν ἐνιαυτός. διὰ πεντήκοντα ἐτῶν ἐπετελεῖτό τινα πανηγυρικά.
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.