Unit 23 rem early
Rem early: Unit 23; lemma and argument toward the thesis.
Greek
τοῖς ἀγαπῶσιν· ὧδε γὰρ τὸν φόβον τὸν διαστελλόμενον πρὸς τὴν ἀγάπην λαμβάνομεν–"ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον". τελεία δέ ἐστιν ἀγάπη ὅταν 95 μὴ ἄλλου χάριν αὐτὸ ἀγαπῶμεν. "ἡ τελεία" οὖν "ἀγάπη ἔξω βάλλει τὸν φόβον ὅτι ὁ φόβος κόλασιν ἔχει"–, οὐκ ἐκεῖνον, περὶ οὗ λέγεται· "οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν". 20 ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. ἐξειργάσω ταύτην τὴν κρύψιν. τινές εἰσιν υἱοὶ ἀνθρώπων οὐ ψεγομένων. ψέγονται δὲ πολλάκις οἱ ἄνθρωποι καὶ οἱ υἱοὶ ὅταν λέγῃ ὅτι· "υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι"; ὅταν δὲ λέγῃ· "ἐξ οὐρανοῦ ἐπέβλεψεν κύριος, εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων", ἐπαινετοί εἰσιν οὗτοι οἱ υἱοὶ τῶν ἀνθρώπων. καὶ λέγω παράδοξον· ὅταν πρὸς θεὸν ἀναφέρωνται, οἱ δίκαιοι ἄνθρωποί εἰσιν καὶ ἀνθρώπων υἱοί, ὅταν δὲ πρὸς τοὺς δικαίους, οἱ ἁμαρτωλοὶ υἱοὶ ἀνθρώπων, φαύλων ὄντων ἐκεί151 νων, περὶ ὧν γράφει Παῦλος· "ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε"; καὶ περὶ ὧν· "ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνῄςκετε", ἐκπεσόντες τοῦ θεοὶ εἶναι καὶ υἱοὶ ὑψίστου. πρὸς τοὺς ἁγίους ἀνθρώπους λεγομένους ἢ θεοὺς ὀνομαζομένους υἱοὶ ἀνθρώπων οἱ φαῦλοι λέγονται, πρὸς δὲ τὸν τῷ θεῷ αἴτιον υἱοὺς σπουδαίους, ἐφ' οὓς ἐπιβλέπει. καὶ πάλιν· "ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε. ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν". "μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων". ὧδε ὁ ἄνθρωπος ὁ "κατ' εἰκόνα καὶ ὁμοίωσιν" θεοῦ ἐπὶ μεγέθει ἐπαινεῖται. ὅταν δέ τις ἐκπεσὼν τοῦ εἶναι ὑψίστου υἱὸς ἄνθρωπος γένηται υἱός, φαῦλός ἐστιν οὗτος ὁ ἄνθρωπος. "ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων" τῶν σπουδαίων–ἴσασιν δὲ ἐκεῖνοι τὴν ἐξεργασίαν– κρύψιν τοῦ πλούτου τῆς χρηστότητός σου. 21 κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου. τοὺς υἱοὺς τῶν ἀνθρώπων οἷς ἐξειργάσω τὸν σὸν ἔλεον. κατακρύπτεταί τις δὲ ἐν ἀποκρύφῳ τοῦ θεοῦ οὕτως· ἔχει θεὸς πρόσωπον ἐπιφαινόμενον διὰ τῶν ἑαυτῶν δημιουργημάτων· λέγεται γάρ· "ἐκ μεγέθους καὶ καλλονῆς τῶν κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται". ἐξ ἀναλογίας τῆς κτίσεως θεωρεῖται· ὥσπερ γὰρ ἐὰν ἴδῃ τις σκάφος, φαντασίαν ναυπηγοῦ λαμβάνει κἂν μὴ παρῇ, καὶ ὁ θεωρήσας ἰθυνομένην ναῦν πόρρωθεν εὐθέως εἰς ἔννοιαν ἔρχεται ὅτι ἔστιν ὁ πηδαλιουχῶν αὐτήν, καὶ ἅρμα πόρρωθεν ὁ βλέπων τεταγμένως φερόμενον κἂν μὴ ὁρᾷ τὸν ἡνίοχον, ἐνθύμησιν αὐτοῦ λαμβάνει, οὕτω τεταγμένως τοῦ κόσμου ἄρα φερομένου καὶ περικαλλῆ ἔχοντος τὴν φύσιν φαντασία τοῦ κάλλους καὶ τοῦ μεγέθους τοῦ θεοῦ γνωρίζεται· εἰ γὰρ μεγάλα τὰ γενόμενα, πολὺ μείζω ὁ κατασκευάσας. ὅταν τις οὖν ἐκ τοῦ κόσμου καὶ τῆς τάξεως καὶ τῆς ἐννοίας καὶ τῶν κριμάτων τῆς προνοίας φαντασίαν λάβῃ θεοῦ, οὐκ εἰς τὸ ἀπόκρυφον τοῦ προσώπου αὐτοῦ κατεκρύβη. τοιοῦτοι δέ εἰσιν καὶ οἱ παρ' Ἕλλησιν φιλοσοφήσαντες· ἐκ γὰρ τοῦ μεγέθους τῶν δημιουργημάτων καὶ τῆς καλλονῆς φαντασίαν ἔλαβον θεοῦ. ὁ δὲ ἄνευ τῆς δημιουργίας λαμβάνων θεοῦ φαντασίαν ἑωρακὼς τὸν υἱὸν καὶ διὰ τοῦ υἱοῦ τὸν πατέρα–"ὁ" γὰρ "ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα"–, οὗτος ἐν ἀποκρύφῳ τοῦ προσώπου τοῦ θεοῦ κέκρυπται. ἀπόκρυφον δὲ τὸ κατὰ τὸν λόγον τὸν δημιουργικόν. πάλιν ἵνα καὶ δημωδεστέρως εἴπωμεν· δύο πρόσωπα εἶχεν Ἰησοῦς, ἀνθρώπου καὶ θεοῦ. ὅσοι κατὰ σάρκα αὐτὸν γιγνώσκουσιν, ἐν τῇ φανερώσει τοῦ προσώπου αὐτὸν λαμβάνουσιν. ὅσοι δὲ ἀποστάντες ἀπὸ τοῦ κατὰ σάρκα αὐτὸν εἰδέναι ἦλθον εἰς τὸ γιγνώσκειν αὐτὸν καθὸ θεὸς λόγος ἐστίν, οὗτοι κατεκρύβησαν ἐν ἀποκρύφῳ τοῦ προσώπου τοῦ θεοῦ. καὶ ἔτι, ἐπειδὴ ἔλεγον τὴν ἔξωθεν φαντασίαν τοῦ κόσμου πρόσωπον εἶναι, ὁ λόγος ὁ καθ' ὃν γέγονεν τὰ γενόμενα καὶ προνοεῖται καὶ διοικεῖται, τὸ ἀπόκρυφόν ἐστιν τοῦ προσώπου τοῦ θεοῦ, ἀπόκρυφον δὲ τὸ κατὰ τὸν λόγον τὸν δημιουργικόν. κρύπτει τὴν ἑαυτοῦ χρηστότητα ὁ θεὸς πολλάκις τοῖς μικροῖς τοῖς φοβουμένοις αὐτόν. ἐξειλήφαμεν δὲ χθὲς τοὺς φοβουμένους τοὺς φόβῳ 96 κολάσεως ἀπεχομένους κακίας, εἴ γε δεῖ ταύτην ἀποχὴν κακίας εἰπεῖν. "ἡ τελεία", φησίν, "ἀγάπη ἔξω βάλλει τὸν φόβον ὅτι ὁ φόβος κόλασιν ἔχει". ὁ σχὼν ἐπιστήμην ἀγαθοῦ καὶ κακοῦ καὶ ποθήσας τὸ ἀγαθὸν καὶ αὐτῷ προσκλιθεὶς ἀπέχεται τοῦ κακοῦ ἔρωτι τῷ πρὸς τὸ ἀγαθόν, 152 ἀφίσταται τοῦ κακοῦ οὐ φόβῳ κολάσεως, ἐκκλίνει ἀπὸ τοῦ κακοῦ. ἐὰν γοῦν λόγος τις πείσῃ αὐτόν, ὅτι οὐκ ἔνι κόλασις, πράττει ὃ αἱρεῖται κακόν. ὁ θεὸς οὖν πολλάκις οὐκ ἐπάγει τὴν τιμωρίαν παραυτὰ χρηστότητι
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.