Commentarii in Psalmos Unit 29 opening
Unit 29.
Lemma-led open — νήπιοι ἐν Χριστῷ
Greek
μου". οὐ κατὰ σάρκα τινά. τέκνα δ' εἰσὶν τοῦ σοφοῦ οἱ σπεύδοντες ἐπὶ σοφίαν, τέκνα εἰσὶν τοῦ ἁγίου οἱ βουλόμενοι ἁγιασθῆναι, οἱ τὴν δικαιοσύνην κατορθοῦντες αὐτοῦ τοῦ πρώτου δικαίου τέκνα εἰσίν· εἴρηται γὰρ ἡμῖν ἐν ἀρχῇ τοῦ ψαλμοῦ ὅτι καὶ ἐκ προσώπου τοῦ σωτῆρος κατὰ τὸν ἄνθρωπον δύναται ἀπαγγέλλεσθαι. τέκνα δὲ τοῦ σ̣ωτῆρός εἰσιν ο̣ἱ τῆς ἀρετῆς ἐπιμελόμενοι, οἱ 197 σπεύδοντες ἀναλαβεῖν τὴν γνῶσιν τῆς ἀληθείας. καλεῖ οὖν αὐτοὺς πόρρω ὄντας, οὐχ ἵνα μεταβατικῶς κινηθέντες ἐκ τόπου εἰς τόπον ἔλθωσιν, ἀλλὰ ἐκ διαθέσεως εἰς διάθεσιν, ἐξ ἐλάττονος καταστάσεως ἐπὶ τὴν μείζονα καὶ τελειοτέραν. 12 φόβον κυρίου διδάξω ὑμᾶς. καὶ δύνανται ταῦτα τὰ τέκνα πρὸς οὓς τὸν λόγον ποιεῖται, "νήπιοι ἐν Χριστῷ" εἶναι φόβον ἔχοντες οὐ τὸν τέλειον, οὐ τὸν ἀκαθυστερήτους ποιοῦντα, ἀλλὰ τὸν ἀποχὴν τῆς κακίας τῆς πρακτικῆς ποιοῦντα, τὸν τῆς κολάσεως φόβον· τέκνα γάρ εἰσιν οἱ τοιοῦτοι ἀτελεῖς τυγχάνοντες· τοῦ γὰρ φοβουμένου τὸν κύριον ἀνενλιποῦς ὄντος καὶ οὗτοι οὐκ ἀνενλιπεῖς εἰσιν οὐκ ἔχοντες τὴν τελείαν ἀγάπην ἥτις ἔξω βάλλει τὸν προειρημένον φόβον οὐκ ἄλλη τις οὖσια τῆς θεοῦ μετουσίας. "ὁ θεὸς" δὲ "ἀγάπη ἐστιν". καὶ ὥσπερ ὁ μετέχων δικαιοσύνης δίκαιός ἐστιν, οὕτως ὁ τῇ ἀγάπῃ ταύτῃ ἐγγίσας καὶ ἓν πρὸς αὐτὴν γενόμενος τέκνον ἐστὶν σοφίας, υἱὸς ἀγάπης. 13 τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν; ὅτε ἐν τῷ ἐλάττονι φόβῳ ἦσαν τῷ τὴν κόλασιν ἐπιφέροντι καὶ ἐκφοβοῦντι τὴν κόλασιν ἵνα μή τις ἁμαρτάνῃ, πλῆθος ἦσαν. ὅτε δὲ λοιπὸν σπεύδουσιν ἐπὶ τὸ ἐγγίσαι τῷ καλοῦντι ἵνα τὸν τοῦ θεοῦ φόβον διδαχθῶσιν, ὡς πρὸς ἕνα λοιπὸν ἀπαγγέλλεται τὰ ἀπαγγελλόμενα· καταρτισθέντες γὰρ "τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ" καὶ ἕκαστος κολληθεὶς πρὸς τὸν κύριον καὶ ἓν πνεῦμα γενάμενος πρὸς αὐτόν, ἀποβάλλουσιν τὸ πλῆθος· τὸ γὰρ πλῆθος, μάλιστα τὸ κατὰ τὴν ψυχὴν καὶ τὸν ἔσω ἄνθρωπον, ἢ ἐξ ἐναντιότητος συμβαίνει ἢ ἐκ διαφορᾶς τῆς κατὰ τὸ μᾶλλον καὶ ἧττον. ἐὰν πάντες οἱ καλούμενοι ἀρετὴν ἔχωσιν, μὴ ὁμοίως δὲ αὐτὴν ἔχωσιν, πλῆθός ἐστιν. καὶ οὔκ ἐστιν δὲ τοῦτο τὸ πλῆθος τὸυ κατ' ἐναντιότητα. ὅταν δὲ καὶ ἐναντίας ἔχωσιν αἰσθήσεις, πολλοὶ τυγχάνουσιν διὰ τὴν παροῦσαν κακίαν· οὐ γὰρ ἑνοποιός ἐστιν ἡ κακία, ἀλλὰ μᾶλλον διαιρετική. ἀντακολουθίαν γοῦν τῶν ἀρετῶν, οὐχὶ δὲ τῶν κακιῶν λέγομεν. ἀδύνατόν ἐστιν ἀντακολουθεῖν τὰς κακίας ἑαυταῖς· εἰσὶν γὰρ ὑπερβολαὶ καὶ ἐνλείψεις. αἱ δὲ ὑπερβολαὶ καὶ ἐνλείψεις ἐναντιώσεις εἰσίν. πάντες οὖν οἱ τελείως τὴν ἀρετὴν ἀναλαμβάνοντες ἕν εἰσιν καὶ ἓν πρὸς τὸν θεὸν γίνονται. αὐτίκα γοῦν οἱ πιστεύοντες πάντες κατὰ τὴν ὀρθὴν πίστιν μίαν καρδίαν καὶ μίαν ψυχὴν ἔχουσιν τῶν φαύλων οὐκ ἐχόντων τοῦτο. καλεῖ οὖν ἐνίους καὶ διψύχους. πρὸς ἄνθρωπον οὖν μόνο̣ν ποιεῖται τὸν λόγον. εἷς δέ ἐστιν ὁ ἄνθρωπος κατὰ τὴν οὐσίαν· κἂν γὰρ διάφοροι καὶ πολλοὶ γίνωνται ἄνθρωποι, ἐκ̣ τῶν συμβαινουσῶν ποιοτήτων τὸ πλῆθος ἔχουσιν. κατὰ μέντοι τὸ πρῶτον ὑποκείμενον τὸ δε̣κτικ̣ὸν τῶν ποιοτήτων εἷς εἰσιν· πάντες ὁμοούσιοι γάρ εἰσιν. ἀνθρώπου οὖν ἐστιν τὸ ποθεῖν ζωήν, ἀνθρώπου τοῦ σῴζοντος τὸ κατ' εἰκόνα. ἵππος θηλυμανὴς οὐ ποθεῖ ζωήν. ἐπερ · τὸ "τίς ἐστιν ἄνθρωπος"; –οὐ τὸ σπάνιον οὐδὲ τὸ ἀδύνατον· τὸν ἰδίως ποιὸν ὃν λέγομεν ἄτομον, ἵνα ᾖ τό· εἴ τις ἄνθρωπος τοιοῦτός ἐστιν, ἡκέτω καὶ μαθέτω τὸν τοῦ θεοῦ φόβον. 13–14 ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. εὐθέως ἕπεται τῷ πόθῳ τῆς ζωῆς καὶ τῇ μαθήσει τοῦ θεικοῦ φόβου τὸ ἐν ἀγαθαῖς ἡμέραις γενέσθαι· οὐ γὰρ οὕτως ἠλίθιοί ἐσμεν ὥς τινες, ὡς νομίζειν τὴν εὐπάθειαν τοῦ σώματος καὶ τὸν περιρέοντα πλοῦτον ποιεῖν ἡμέρας ἀγαθάς· ἔχεις γὰρ πολλὰ ἐν τῇ 121 γραφῇ τοιαῦτα· "τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.