Commentarii in Psalmos · §u29-rem-mid

Unit 29 rem mid

Rem mid: Unit 29; lemma continues; reading with the letter.

Greek

Τίτῳ ὁ ἀπόστολος "ὑγιῆν λόγον" ἔχειν "ἀκατάγνωστον". ὁ ἔχων ἀκατάγνωστον λόγον καὶ ἄλ199 λας πολλὰς ἐντολὰς τοῦ Ἰησοῦ πληροῖ. ἀδύνατόν ἐστιν τὸν ἀκατάγνωστον λόγον μὴ ἔχοντα τηρῆσαι τό· "ἔστω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ"· μὴ πιστευόμενος γὰρ ἐνίοτε ἀπαιτεῖται ὅρκον. ἐὰν δὲ μηδέποτε κατεγνωσμένον σχῇ λόγον, μηδέποτε ἀμφιβάλῃ τις, πρότερον ἀληθεύει ἢ οὒ ἢ ὡς λέγει καὶ ποιεῖ, ὅταν ἀπαιτηθήσεται ὅρκον καὶ ἔστιν τὸ ναὶ ναὶ αὐτοῦ καὶ τὸ οὒ οὔ, ἀκατάγνωστος λόγος οὖν ἐστιν ὁ τοιοῦτος. καὶ πάλιν ὁ περὶ τῶν δογμάτων τῆς ἀληθείας διεξερχόμενος καὶ ἀποδεικνὺς αὐτὰ ἐπιστημονικῶς λόγον ἔχει καὶ περὶ αὐτὰ ἀκατάγνωστον. οὐδεὶς αὐτὸν ἐλέγξαι δύναται ὡς ψευσάμενον, ὡς φαύλως φρονοῦντα, ὡς ἐκτὸς τῆς ἀληθείας ὄντα. 15 ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. τοῦτο λέγει ὅτι· ἐὰν ἐν τῷ κακῷ τυγχάνῃς, ἐὰν κατ' αὐτὸ πεποιωμένος ᾖς καὶ ἐνεργῶν κατ' αὐτό, ἐπεὶ καλῶ σε ἐπὶ ποίησιν τοῦ ἀγαθοῦ, ἔκκλινον ἀπὸ τοῦ κακοῦ. ἀδύνατόν ἐστιν ἐκτὸς εἶναι ἀμφοτέρων. ὑπεξῃρήσθω δὲ νῦν τὰ βρέφη. ὁ μὴ ὢν ἐν ἀγαθῷ ἐν κακῷ ἐστιν, ὁ ἐκτὸς τοῦ κακοῦ τυγχάνων μετέχει τοῦ ἀγαθοῦ. "ἔκκλινον" τοίνυν "ἀπὸ τοῦ κακοῦ". ἡ ἔκκλισις δὲ προαιρετική ἐστιν· προστάττει γὰρ καὶ συμβουλεύει. οὐδεὶς δὲ προστάττει ἢ συμβουλεύει τῷ προαίρεσιν μὴ ἔχοντι. καλῶ σε εἰς τὸ ποιῆσαι τὸ ἀγαθόν. οὐκ ἄλλως δὲ αὐτὸ ποιῆσαι καὶ κατ' αὐτὸ ἐνεργῆσαι δύνῃ, ἐὰν μὴ ἀποστῇς τοῦ κακοῦ. οὕτω γοῦν καὶ ἐν Ἰσαίᾳ λέγεται· "παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν"· ἐν ὅσῳ γάρ τις ἐν ταῖς πονηρίαις ἑαυτοῦ, τουτέστιν ταῖς κακίαις, ἐστὶν ἐνεργῶν, οὐδὲν οὗτος δύναται μαθεῖν καλὸν ποιεῖν. καὶ πάλιν ὁ θεσπέσιος ἀπόστολος γράφει· "πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε". "ἔκκλινον" τοιγαροῦν "ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν". οὐκ ἀπαρκεῖ τὸ ἐκκλῖναι ἀπὸ τοῦ κακοῦ, εἰ μὴ καὶ τὸ ἀγαθόν τις ποιήσῃ· ἔστιν γὰρ ἐκκλῖναι ἀπὸ τοῦ κακοῦ κωλυόμενον φόβῳ κολάσεως εἰς τοῦτο ἀγούσης, ἀλλ' οὐ προαιρετικῶς οὗτος τὸ ἀγαθὸν ποιεῖ· ἐὰν γὰρ περιέλῃς τοῦ ἀγαθοῦ τὸ ἑκούσιον, οὐκέτι ὅλως ἀγαθόν ἐστιν. 15 ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. συνχυτικόν ἐστιν τὸ κακὸν καὶ τάραχον ἐργάζεται τῇ ψυχῇ· πο̣λ̣λὴν γὰρ ἔχει τὸ γένος τῆς κακίας διαφοράν. αἱ μὲν τῶν κακιῶν κατ' ἐλάττωσιν γίνονται, αἱ δὲ κατὰ πλεονασμόν, ὡς δειλία καὶ θρασύτης, ὡς δεισιδαιμονία καὶ ἀσέβεια. μεταδίωκε αὐτὴν τὴν εἰρήνην· τὸ γὰρ οὕτω διῶξαι οὐ τοῦτο σημαίνει ὅτι ἀπέλασον αὐτήν. ἔχεις δὲ καὶ ἐν ταῖς Παροιμίαις· "διώκοντας", φησίν, "δικαιοσύνην ἀγαπᾷ", ὁ θεὸς δηλονότι, τουτέστιν τοὺς μεταδιώκοντας. ἡ δικαιοσύνη δὲ ἡ μεταδιωκομένη πᾶσά ἐστιν ἡ ἀρετή. λέγει γοῦν ἡ Σοφία· "ζητήσουσίν με κακοὶ καὶ οὐχ εὑρήσουσιν". οἱ κακοὶ ζητοῦσιν τὴν σοφίαν, τὸ ὅσον ἧκεν εἰς αὐτούς, κρύψαι αὐτὴν καὶ ἀφανίσαι θέλοντες. οὐχ οὕτω δὲ ζητοῦσιν τὴν σοφίαν οἱ σπεύδοντες σοφοὶ γενέσθαι, ἀλλὰ μεταδιώκουσιν αὐτήν. καὶ λέγω, ἐπειδὴ τα`̣ ἐξηγητικὰ φιλεῖτε· Ἡρῴδης ἐζήτει τὸν Ἰησοῦν ἵνα φονεύσῃ. πολλάκις ἐζήτησαν αὐτὸν οἱ Ἰουδαῖοι, ἵνα ἀπκτείνωσιν. οἱ δὲ μαθηταὶ ἐζήτουν αὐτὸν ἵνα ὠφεληθῶσιν, ἵνα μετάσχωσιν αὐτοῦ. εἶπεν γοῦν τις αὐτῷ· "οἱ ὄχλοι ζητοῦσίν σε ἰδεῖν σε θέλοντες"· πιστεῦσαι γὰρ ἠβούλοντο καὶ ἔργα παράδοξα ἰδεῖν καὶ λόγους ἀκοῦσαι καὶ θεραπειῶν τυχεῖν. ὁμώνυμον οὖν τὸ διώκειν. 16 ὅτι οἱ 123 ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους. πολλὴ προτροπὴ πάλιν, πολλὴ παίδευσις. τοῦτο λέγει ὅτι· οἱ ὀφθαλμοὶ τοῦ θεοῦ ἕτοιμοί εἰσιν πρὸς τὸ ἰδεῖν καὶ σῶσαι, καὶ ἕτοιμα ἔχει τὰ ὦτα πρὸς τὸ ὑπακοῦσαι. "ἔκκλινον" τοίνυν "ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, καὶ ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν"· εὐθέως γὰρ ἕξεις θεὸν ἔφορον. μόνον θέλησον εἶναι δίκαιος, διώκειν τὴν δικαιοσύνην, καὶ ἔχεις τοὺς ὀφθαλμοὺς τοῦ θεοῦ ἐπικειμένους σοι καὶ τὰ ὦτα αὐτοῦ ἕτοι μα εἰς τὸ δέξασθαι τὰς εὐχάς σου ἃς ποιῇ πρὸς αὐτόν. 16 καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. πολλάκις ἐλέχθη ὅτι τὰ ἀνθρωπολογούμενα ἐπὶ θεοῦ οὐκ ἐπὶ ῥητοῦ λαμβάνειν δεῖ, ὡς οἴονται οἱ ἀνθρωπομορφεῖται· θέλουσιν γὰρ καὶ πρόσωπον ἀνθρώπινον εἶναι περὶ τὸν θεόν, καὶ λέγουσιν ὅτ̣ι ὁ κατὰ εἰκόνα ἄνθρωπος καὶ ὁμοίωσιν θεοῦ 200 γέγονεν κατὰ τὴν κατασκευὴν τοῦ σώματος. ἀνετράπη δὲ τὸ τοιοῦτο ὑπὸ σοφῶν ἀνδρῶν· λέγουσιν γὰρ ὅτι· "3εἰ κατὰ τοῦτο ὁ ἄνθρωπος κατ' εἰκόνα θεοῦ ἐστιν, ὅτι μιμεῖται σωματικῶς τὸν θεὸν καὶ τὸ σῶμα αὐτοῦ ὁμοίωσιν ἔχει πρὸς τὸν θεόν, πῶς ὁ θεὸς λέγεται πτέρυγας ἔχειν· "ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με"; ἄπτερον οὖν ζῷόν ἐστιν ὁ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.