Commentarii in Psalmos Unit 37 opening
Unit 37.
Lemma-led open — . τὴν δὲ ἐπίτασιν σημαίνει διὰ τοῦ
Greek
ἔχει καὶ ἀπεριόριστον ἔχει τὸν βυσσόν, πολλῷ δὲ πλέον ἡ "πολλή". τὴν δὲ ἐπίτασιν σημαίνει διὰ τοῦ "πολλή", ὡς καὶ τὸ "ἀνεξερεύνητον" τῶν κριμάτων. ἐν ἄλλοις ψαλμοῖς περὶ τούτου ἐλέχθη· θεολογῶν ὁ ὑμνῳδὸς ἔλεγεν· "ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ". καὶ ἐν ἄλλῳ· "ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ". τὴν ἀσάφειαν καὶ τὴν ἀκαταλημψίαν λέγει. κρυπτὸν ὂν τὸ σκότος τοῦτο τὸ τῆς ἀσαφείας, τὸ τῆς ἀκαταλημψίας, καὶ ἱμάτιόν ἐστιν ἀβύσσῳ ἐοικός. 7 ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε. σῴζει ἀνθρώπους καὶ κτήνη. καὶ ἐὰν κατὰ τὸ πρόχειρον τὰ κτήνη λάβωμεν, καὶ τοὺς ἐν αἰσθήσει ἀνθρώπους λαμβάνομεν. διοικεῖ δὲ πάντα καὶ τὰ λογικὰ καὶ τὰ ἄλογα ζῷα, τὰ μὲν λογικὰ κατ' αὐτά, τὰ δὲ ἄλογα ὡς διὰ τὰ λογικὰ γενόμενα· τὰς χρείας γὰρ ἀποπληροῖ τὰ ἄλογα τῶν λογικῶν. τὰ μ̣ὲν ἀχθοφορεῖ αὐτοῖς, τὰ δὲ ἄροτρον ἕλκει, τὰ δὲ ἄλλως ὑπηρ̣εσίαν παρέχει. εἶτ', ἐπεὶ καὶ ταῦτα δύναται ὑποπεσεῖν βλάβῃ καὶ θανάτῳ, σῴζει καὶ ταῦτα. σώζει καὶ τὸν ἄνθρωπον. "ἀνθρώπους" οὖν "καὶ κτήνη σώσεις, κύριε". τὸ αὐτὸ πάλιν τῶν κριμάτων ἀνεξερεύνητον καὶ ἐν τούτοις εὑρίσκεται, ὅτι πάντας μὲν ἀνθρώπους σῴζει, διαφόρως δέ, τοὺς μὲν μετὰ πολλὴν κάκωσιν, τοὺς δὲ μετὰ ἀναπαύσεώς τινος καὶ ἡδονῆς. ἐὰν δὲ τὴν ἀληθῶς σωτηρίαν λέγῃ σῴζεσθαι ἀνθρώπους καὶ εὔχηται περὶ ἧς ε̣ἰ´̣ρηται, ὅτι "ἐγένετο ὁ σωτὴρ πᾶσιν τοῖς ὑπακούουσιν αἴτιος σωτηρίας αἰωνίου", πρὸς ὃ σημαινόμενον ἀφορῶν ὁ ἅγιος ἔλεγεν· "ὁ θεὸς ἡμῶν, θεὸς τοῦ σῴζειν", ἀλληγορητέον ἐνταῦθα τὰ κτήνη· τῶν γὰρ προσεληλυθότων τῇ θεοσεβείᾳ καὶ αὐτῇ τῇ τοῦ εὐαγγελίου διδασκαλίᾳ οἱ μὲν μαθηταί, οἱ δὲ πρόβατα λέγονται· "τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούουσιν". φωνῆς μόνης ἀκούουσιν. ἐστὶν δὲ ἡ φωνὴ ἡ πρόχειρος ἀπόδοσις τῶν γραφῶν ἡ φθάνουσα καὶ κρούουσα τὴν ψυχὴν καὶ τὴν ἀκοὴν αὐτῆς, οὐ μὴν τ̣ὸν νου῀̣ν. τῆς φωνῆς οὖν τοῦ Ἰησοῦ τὰ πρόβατα αὐτοῦ ἀκούουσιν ὡς ἀρίστου καὶ ἀληθοῦς ποιμένος. ὅταν δὲ λέγῃ τισίν. "ὑμεῖς φωνεῖτέ με· ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ", εἰμὶ ἀληθῶς διδάσκαλος. καί εἰμι κύριος ὑμῶν· δουλεύετε γάρ μοι τηροῦν237 τές μου τοὺς νόμους–, οὗτοι οὔκ εἰσιν πρόβατα, ἀλλὰ μαθηταί, μαθηταὶ σοφίας, μαθηταὶ τῆς ἀληθείας. τὰ δὲ πρόβατα ποιμένος εἰσὶν πρόβατα. ἄλλη δέ ἐστιν ἐπίνοια συνκαταβατικὴ τοῦ σωτῆρος τὸ εἶναι αὐτὸν ποιμένα. ἐπεὶ δὲ πάντας σῶσαι καὶ βελτιῶσαι βούλεται, τότε δὲ ἡ σωτηρία καὶ ἡ βελτίωσις ἀνύεται, ὅταν πρὸς τὴν ἕξιν τοῦ δυναμένου ὠφεληθῆναι πρὸς ἃ δύναται, τοὺς μὲν με´̣χρι τῆς φωνῆς αὐτοῦ ἀκροατὰς καλεῖ, τοὺς δὲ τοῦ λόγου αὐτοῦ, τῆς διδασκαλίας αὐτοῦ. τοὺς οὕτως οὖν καλουμένους ἀνθρώπους καὶ κτήνη σῴζει. καὶ τὰ πρόβατα δὲ σῴζει, ἵνα μηκέτι πρόβατα ὦσιν, ἀλλ' ἐκ προβάτων ἄνθρωποι γένωνται. τοῦτο γοῦν αἰνίττεται ὁ εἰκοστὸς δεύτερος ψαλμός· "κύριος", φησίν, "ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. εἰς τόπον χλοῆς, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με". ὡς πρόβατον λαλεῖ· τὰ ὑπάρξαντα παρὰ ποιμένος ἀπαγγέλλει εὐχαριστητικῶς. εἶτα λέγει· "τὴν ψυχήν μου ἐπέστρεψεν. ὡδήγησέν με". καὶ μεθ' ὁλίγον ἐπιφέρει· "ἑτοίμασας ἐνώπιόν μου τράπεζαν". οὐκέτι τόπος χλοῆς ἐστιν, οὐκέτι νομή, οὐκέτι βόσκεται, ἀλλὰ τράπεζα, ἐν ᾗ ἐπίκειται "ὁ ἄρτος τῆς ζωῆς", "ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς", ἡ σὰρξ Ἰησοῦ, ἡ ἀληθινὴ 156 τροφή. μετὰ δὲ τὴν προκοπὴν τῆς τραπέζης μεταλαμβάνει καὶ ποτηρίου, οὗ προπίνει ἡ σοφία "ἡ κεράσασα τὸν ἑαυτῆς οἶνον". σὸν ποτήριόν ἐστιν, εἰ σύ μοι προπίνεις, ἐμὸν δὲ ποτήριον, εἰ μεμέτρηκάς μοι, ὃ δύναμαι πιεῖν. 8 ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ θεός. ἐλέῳ θεοῦ καὶ οἱ ἄνθρωποι σῴζονται. τότε δὲ πληθύνεται τὸ ἔλεος τοῦ θεοῦ καὶ ἡ δαψίλεια αὐτοῦ φαίνεται, ὅταν καὶ κτήνη σῴζῃ. ὡς εἰ καὶ περὶ διδασκάλιου
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.