Unit 37 rem mid
Rem mid: Unit 37; lemma continues; reading with the letter.
Greek
ἐστὶν ἐκκλησία θεοῦ ζῶντος". ἡ πιότης τοῦ οἴκου τούτου ἡ τελεία ἐστὶν διδασκαλία, ἡ σοφία ἡ λαλουμένη ἐν τοῖς τελείοις, "ἡ στερεὰ τροφή", ἧς μετέχουσιν οἱ "τὰ αἰσθητήρια" τοῦ ἔσω ἀνθρώπου "γεγυμνασμένα ἔχοντες πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ". καὶ πίνουσιν οὗτοι τὸν οἶνον τὸν ἀπὸ "τῆς ἀληθινῆς ἀμπέλου" τρυγώμενον. οὗτοι οὖν ἀπὸ τῆς πιότητος τοῦ οἴκου τοῦ θεοῦ μεθύσκονται. πιότητος τοῦ οἴκου τοῦ θεοῦ τούτου ἡ τελεία ἐστὶν διδασκαλία, ἡ ἀνενλιπὴς γνῶσις τῆς ἀληθείας. ἐὰν δὲ καὶ τὸν ἄνθρωπον τοῦ σωτῆρος οἶκον καλῇς, ἐπεὶ λέγει ὅτι· "λύσατε τὸν ναὸν τοῦτον". "τοῦτο δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος", οὐχ ὅτι μόνον σῶμα ναὸν εἶχεν, ἀλλ' ὅτι τὸ μέρος τοῦτο τοῦ ναοῦ λυθῆναι ὑπὸ ἀνθρώπων ἠδύνατο. ἀμέλει γοῦν τὴν λύσιν τοῦ ναοῦ ἐπὶ τοῦ σώματος μόνου ἔλαβεν. ὅταν δὲ λέγῃ· "τιθῶ τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν", οὐ λέγει· "λύσατε τὴν ψυχήν μου". ἔλεγον οὖν παράδοξ̣όν ποτε τοιοῦτο, εἰ τίθησιν τὴν ψυχὴν αὐτοῦ, ἵνα πάλιν λάβῃ αὐτήν, "καὶ οὐδεὶς αἴρει αὐτὴν ἀπ' αὐτοῦ, ἀλλ' αὐτὸς ἐξουσίαν ἔχει θεῖναι καὶ λαβεῖν αὐτήν". σκόπει διὰ τί· οὐ κοινῷ θανάτῳ ἠέρθη αὐτῷ ἡ ζωή. ἀμέλει γοῦν οἱ συνσταυρωθέντες αὐτῷ ὑπετμήθησαν τὰ σκέλη, ἵνα ἀποθάνωσιν. τοῦτο οὖν μὴ παθόντος τοῦ σωτῆρος εὑρέθη τεθνηκώς. "κλίνας" γοῦν "τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα". εἰ δὲ οὐδεὶς ἦρεν τὴν ψυχήν, ἀλλ' αὐτὸς ἀφ' ἑαυτοῦ αὐτὴν ἔθηκεν, ἵνα πάλιν λάβῃ αὐτήν, τούτῳ τῷ τρόπῳ, ὡς ἐν ἑνὶ τῶν ψαλμῶν λέγει· "ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθεροις" γέγονεν. καὶ κατὰ μὲν τὸ πρόχε̣ιρον ἐροῦμεν, ὅτι οἱ ἀπαλλαττόμενοι μετὰ ἁμαρτιῶν καὶ "σειραῖς τῶν ἑαυτῶν ἁμαρτιῶν σφινγόμενοι" οὔκ εἰσιν ἐλεύθεροι νεκροί. ἐπεὶ τοίνυν Ἰησοῦς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ ἔγνω αὐτήν, ἐλεύθερος ἦν ἐν νεκροῖς. μόνη αὕτη ἡ ψυχὴ ἐκεῖ ἐλευθέρα ὤφθη. ἀμέλει γοῦν ἔπτηξαν αὐτὴν οἱ πυλωροὶ τοῦ ᾅδου. κατὰ δεύτερον λόγον "ἐν νεκροῖς ἐλεύθερος" οὕτω γέγονεν· πάντες οἱ ἐξερχόμενοι τοῦ βίου καὶ ἀπολείποντες τὸ σῶμα ἐὰν σπουδαῖοι ὦσιν, χειραγωγοῦνται ὑπὸ φωταγωγῶν ἀγγέλων, ἄλλοι δὲ ὑπὸ κολαστω῀̣ν τινων. εἴρηται γοῦν ὅτι· "ἀπέθανεν δὲ ὁ πτωχὸς καὶ ἀπηνέχθη ὑπὸ τῶν ἀγγέλων εἰς κόλπους Ἀβραάμ". οὐχ ἑαυτῇ ἐκεῖ γε´̣γονεν, ἀλλὰ ἄγγελοι αὐτὴν ἀπηγίοχαν. πρὸς ἄλλον δὲ φιλόζωον λέγεται· "ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ". εἰ ἀπαιτεῖται αὐτοῦ ἡ ψυχὴ καὶ αὐτὴ ὑπό τινων κολαστῶν ἀποφέρεται εἰς τὸν ᾅδην, μόνη ἡ Ἰησοῦ ψυχὴ ἐλευθέρα ἐξῆλθεν· οὐδὲ ἀγγέλων ἐδεήθη, ἵνα ξεναγῶσιν αὐτήν, οὐδὲ εἱλκύσθη οὐκ ἔχουσα τὰ αἴτια τοῦ ἑλκυσθῆναι. τοῦτο οὖν ἐστιν τὸ θεῖναι καὶ λαβεῖν τὴν ψυχήν, καὶ "οὐδεὶς ἦρεν αὐτήν", λέγει, "ἀπ' ἐμοῦ· ἐγὼ ἐξουσίαν ἔχω θεῖναι αὐτήν, ἵνα πάλιν λάβω αὐτήν". 239 ἡ θεία παίδευσις ὑπ' ἐνανθρωπήσαντος τοῦ σωτῆρος πιότης ἐστὶν τοῦ οἴκου. καὶ τὸ 158 παράδοξον· ἐκ τῶν πνευματικῶν, νοητῶν λεγόμενα οὔκ εἰσιν παράδοξα. τὰ αἰσθητῶς ὄντα τι ἕτερον οὔκ εἰσιν αἰσθητά. τὸ δὲ ὂν νοητὸν δύναται καὶ αἰσθητῶς νοηθῆναι. ἀδύνατον οὖν ἐπὶ αἰσθήσεως ἀρχιερέα καὶ ἀμνὸν τὸν αὐτὸν λαβεῖν. Ἰησοῦς δὲ καὶ ἀμνός ἐστιν καὶ ἀρχιερεύς. ἀδύνατόν ἐστιν θύραν καὶ οἶκον ἐπὶ αἰσθητοῦ λαβεῖν τὸ αὐτό. Ἰησοῦς δὲ ἀμφότερά ἐστιν, καὶ θύρα εἰσάγουσα εἰς τὸν οἶκον καὶ ὁ οἶκος ἐκεῖνος, εἰς ὃν εἰσάγει ἡ θύρα. καὶ ἁπαξαπλῶς τὰ νοητὰ πάντα τοιαῦτά ἐστιν. καὶ περὶ τῆς τοῦ ἀνθρώπου γοῦν ψυχῆς λέγομεν, ὅτι γεωργεῖ ἑαυτήν, αὖ τὸ φυτόν ἐστιν, καὶ ὅτι γῆ ἐστιν δεχομένη σπέρματα καὶ καρποφοροῦσα, καὶ ὅτι νύμφη γίνεται τοῦ θεοῦ λόγου καὶ τίκτει τέκνα σωτηρίας. καὶ γίνεται καὶ πρόβατον. καὶ πρὸς τὰς διαφόρους ἐπινοίας καὶ ὀνομασίας καὶ τὰς ὠφελείας λαμβάνομεν. ὅταν ἡ ψυχὴ γῆ καλῆται, τὰ δυνάμενά τι μαθήματα σπέρματά ἐστιν, ἐὰν δὲ νύμφη λέγηται, αἱ γοναὶ αἱ καταβαλλόμεναι εἰς αὐτήν, καὶ τὰ κόσμια τὰ περὶ αὐτὴν αἱ πρακτικαὶ καὶ ἠθικαὶ ἀρεταί εἰσιν καὶ αἱ διανοητικαὶ καὶ τέλειαι. πάλιν ὅταν πρόβατον λέγηται, νομὴ λέγεται τὰ μαθήματα, χλοὴ λέγεται τὰ παιδεύματα. πάντα οὖν δύναται ἅμα εἶναι ἄλλοις καὶ ἄλλοις. καὶ τοῦτο δὲ ἰστέον· ὁ λεγόμενος οἶκος καὶ ἄμπελός ἐστιν φέρων οἶνον· καὶ πάλιν σάρξ ἐστιν τρέφουσα· καὶ γεωργός ἐστιν ἐπιμελόμενος φυτῶν, ἵνα καρποφορήσουσιν. καὶ ὅρα, ὅτι αὐτὸς καὶ γεωργὸς καὶ ἄμπελος καὶ ποιμὴν καὶ πρόβατον. κατὰ διαφόρους δὲ ἐπινοίας λαμβανόμενα δείκνυσιν ὅτι οὐσία νοητή ἐστιν, περὶ ἧς ταῦτα λέγεται. ποτὲ γοῦν Ἕλληνος ἀπαιτοῦντος ὅτι· "πόθεν ἔχετε δεῖξαι ἐκ τῆς γραφῆς ὑμῶν ὅτι, φέρε, ἡ ψυχὴ νοητή
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.