Commentarii in Psalmos · §u51-rem-mid

Unit 51 rem mid

Rem mid: Unit 51; lemma continues; reading with the letter.

Greek

γὰρ δυνάμεις εἰσὶν αἱ νῦν διὰ τῆς θαλάσση̣ς δηλούμεναι. "ε᾿̣ν" δε`̣ "ποταμοῖς τὴν δεξιάν". ποταμοὶ δέ εἰσιν οἱ προφῆται σχόντες ἀπὸ τῆς πηγῆς τοῦ ὕδατος τοῦ "ἁλλομένου εἰς ζωὴν αἰώνιον" ῥεύματα· "ὁ πιστεύων" γὰρ "εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσ̣ουσιν ὕδατος ζῶντος. τοῦτο δὲ ἔλεγεν περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες". οὗτοι οὖν ποταμοὶ ὄντες "κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό". συμφωνίας δέ ἐστιν πρᾶξις. ἴδε οὖν, ἡ χείρ, ἔνθα ἡ θάλασσα, ἡ ἁλμυρίς, ἡ ζάλη. 4 ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. ἔχει ἡ δεξιὰ καὶ βραχίονα κατάλληλον. οὐκ ἐν τῇ ἑαυτῶν οὖν χειρὶ ἢ τῷ ἑαυτῶν βρα̣χίονι ἐκληρονομήσατε γῆν, ἀλλ' ὁ θεοῦ βραχίων καὶ ἡ δεξιὰ καὶ ὁ φωτισμὸς τοῦ προσώ πο̣υ αὐτοῦ τοῦτο ὑμῖν παρέσχεν. ἑκατέρως αὐτὸ πρὸς τροπολογίαν, ὅτι οὐχ ἱδίᾳ δυνάμει οὐδ̣' ἰδίᾳ̣ π̣ράξει ἐλευθε̣ρώθητε καὶ γεγόνατε ἐν τῇ ἁγίᾳ γῇ. ἐὰν δὲ πρὸς ἀλληγορίαν ὑψηλοτέραν λάβῃς, κ̣αὶ ὁ βραχίων αὐτοῦ καὶ ἡ δεξιὰ καὶ ὁ φωτισμὸς τοῦ προσώπου αὐτοῦ ὁ σωτήρ ἐστιν. οὐκ ἐν ἑαυτοῖς οὖν, ἀλλ' ἐν τούτῳ ἐρύσθ̣ητε, μετοικίσθητε ἐκ τῆς χείρονος χώρας εἰς τὴν καλήν. ····· ····· ····· · ἑτοιμάσας ἐνίκ̣η̣σεν, ἀλλὰ θεοῦ συμμαχήσαντος, ὡς τό· "οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ". 4–5 ὅτι εὐδόκησας ἐν αὐτοῖς. σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου. οὐ γὰρ μόνον θεός μου εἶ δημιουργός μου ὢν καὶ εἰς τὸ εἶναί με ἀγαγών, ἀλλὰ καὶ βασιλεύς, ὅτι ὑπὸ ····· ····· ····· · προνοίας ἄρ̣χομαι οὐκ ἐν̣πλεκόμενος ἔτι "ταῖς τοῦ βίου πραγματείαις". καὶ θεὸς μέν μου εἶ ᾑ῀̣ κ̣τίσμα θεοῦ εἰμι–καὶ πᾶν μὲν κτίσμα θεὸν ἔχει τὸν θεόν–ᾗ δὲ στρα····· ····· ····· ····· ····· ····· ····· ····· · εἶ. 5 ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ. 311 τῷ Ἰακὼβ τῷ πτερνίζοντι τὴν κακίαν τὰς σωτηρίας ἐντέλλῃ βασιλεὺς καὶ θεὸς ὤν. σωτηρίας δὲ ἐντέλλεται τοῖς πνεύμασιν τοῖς διακονοῦσιν τὰς σωτηρίας, περὶ ὧν ὁ ἀπόστολος· "οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀ ποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν"; οὐχ ἵνα βεβαιω´̣σωσιν καὶ δῶσιν αὐτήν, ἀλλ' ἵνα προαναφωνήσωσιν αὐτὴν ἀκούσαντες· "εἴπατε τῇ θυγατρὶ Σιὼν Ἰδοὺ σωτὴρ παραγίνεταί σοι". "σωτηρίαι" δὲ τοῦ "Ἰακὼβ" δύνανται εἶναι αἱ κατ' εἶδος ἀρετ̣αὶ ἢ αἱ δύο ἀρεταί, ἡ πρακτικὴ καὶ διανοητική, ἡ θεωρία τῆς ἀληθείας καὶ ἡ ποιητικὴ τῶν ἔρ̣γων τῶν ἐπαινετῶν. 6 ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. θεωρεῖς, οὐχ ἱδίο̣ις κέρασιν χρώμενοι ἀνατρέπομεν τοὺς ἐχθροὺς ἡμῶν. σὺ δὲ κέρας ἡμῶν εἶ καὶ ἀμυντήριον. ἔχεις οὖν λεγόμενον ἐν ἑνὶ τῶν ψαλμῶν ὑπὸ τῶν ἁγίων πάντων· "καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν". οὐ τὸ αἰσθητόν· πάλιν γὰρ ἀμυντη´̣ριόν ἐστιν̣ τὸ κέρας τῶν ἐχόντων. δι' αὐτοῦ ἀπαλεξήσουσιν τὰ ἐπερχόμενα 218 ἐπιβλαβῆ. οὐκ ἔχουσιν ο̣ὖν, φησίν, οἱ ὑπὸ σὲ βασιλέα καὶ θεὸν ὄντα ἕτερον κέρας ἢ σέ. αἰτιᾶται οὖν τινας ὁ λόγος ἐν ἑνὶ τῶν ∆ώδεκα· "οἱ λέγοντες Οὐκ ἐν τῇ ἰσχύι ἡμῶν ἔσχομεν κέρατα"; κ̣ε´̣ρας ἔχοντες καὶ δυ´̣ν̣αμιν ἔχοντες κερατίζομεν τοὺς ἐχθρούς. διὰ τοῦτο καὶ συντρίβεται τούτω̣ν τὰ κέρατα· "καὶ πάντα" γὰρ "τὰ κέρατα τοῦ ἁμαρτωλοῦ συνθλάσω". δυνατὸν δὲ καὶ κέρας λαμβάνειν βασιλέα καὶ βασιλείαν, ὡς̣ ἐν τῷ ∆ανιὴλ φέρεται· "τὰ δέκα κέρατα, δέκα βασιλεῖαι". διὰ τοῦτο οὖν σὲ βασιλέα ἔχοντες σὲ κέρας ἔχομεν καὶ "ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν". "καὶ ἐν τῷ ὀνόματί σου", ἐπεὶ τὴν σὴν προ̣σ̣η̣γορίαν ἔχομεν ἐφ' ἑαυτούς, "ἐξουδενοῦμεν" πάντας "τοὺς ἐπανισταμένους ἡμῖν", ἔχοντες ὅπλ̣ον ἀκαταμάχητον τὴν σὴν προσηγορίαν. ἔχειν δὲ προσηγορία̣ν δεῖ οὐ ψιλω῀̣ς. οὐχ ὁ λέγων ἑαυτὸν Χριστιανὸν πάντως ἔχει τὸ Χριστοῦ ὄνομα, ἀλλὰ ὁ ὢν Χρισ̣τιανός. 6 καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσαμεν τοὺς ἐπανισταμένους ἡμῖν. καὶ ἐκ̣ τούτου πάλιν δείκνυται, ὅτι προαιρέσει ἐπανιστάμενοί εἰσιν. οὐ κατὰ φύσιν εἰσὶν τοιοῦτοι, οὐδὲ κατ̣ὰ φύσιν οἱ υ̣πετ̣ι̣····· ····· ···νις εἰσιν, ὡς οἱ τὰς φύσεις εἰσηγούμενοι λέγουσιν. 7 οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. ἔχω μὲν τόξον καὶ ῥομφαίαν, ἐπεὶ ἐνδεδυμένος εἰμὶ "τὴν πανοπλίαν τοῦ θεοῦ", ἀλλ' οὐκ ἐν τούτοις ἐλπίζω· οὐ τὸ ὅλον τῆς προσδοκ̣ίας εἰς ταῦτα ανα····· ····· ····· ··· χρώμενος αὐτοῖς θέλω θεὸν σύμμαχον καὶ πρόμαχόν μου γε̣νέσθαι, ἵν' ἰσχὺν ····· ····· ···· δυνηθῶ βα̣λ̣εῖν πρὸς οὓς πέμπω μου τὰ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.