Commentarii in Psalmos · §u54-rem-early

Unit 54 rem early

Rem early: Unit 54; lemma and argument toward the thesis.

Greek

ἐνλείπειν αὐτῷ, εἰς τὸ τέλος ἠλλοιώθη. ὁμοίως καὶ ἐπὶ ἐπιστήμης καὶ σοφίας τὸ 229 αὐτὸ λέγομεν· ἔστ̣ιν τις ε̣ι᾿̣σ̣αγόμενος κατὰ σοφίαν καὶ ὑπόκειται ἐλέγχῳ ὡς ἁμαρτῆσαι δυνάμενος· "ἔλεγχε" γὰρ "σοφόν, καὶ ἀγαπήσει σε". οὐδεὶς δὲ ἐλέγχεται μὴ ἔχων ἐφ' οἷς ἐλεγχθήσεται. οὗτος ὁ σοφὸς ὁ ὑποκείμενος ἐλέγχῳ αὐτὸ νεοπαγὴς καὶ ἄρτι εἰσαχθεὶς ὢν δύναται προκόπτειν ἀεί. ὅταν δὲ οὕτω δέξηται τὴν σοφίαν̣ ὡς μηκέτι οἷόν τε εἶναι δέξασθαι 327 ἐπίτασιν αὐτῆς, οὗτος εἰς τὸ τέλος ἠλλοιώθη. καὶ ὧδε μὲν ἔτι "τὸ σῶμα τῆς ταπεινώσεως" ἐπηχθισμένοι κἂν πολλοὶ ἅγιοι ὦσιν, "ἐκ τοῦ πληρώματος αὐτοῦ" λαμβάνουσιν, οὐ τὸ πλήρωμα αὐτοῦ, οὐχ ἕκαστος ἐκ τοῦ πληρώματος. ἀλλὰ "πάντες ἐκ τοῦ πληρώματος". καὶ "ἀρραβῶνα πνεύματος" ὧδε λαμβάνουσιν, οὐ τὸ πνεῦμα αὐτὸ ὅλον, ἵν' οὕτω φράσω. ὅταν δὲ "τὸ ἐκ μέρους" καταργηθῇ καὶ τὸ τέλος λοιπὸν παραγένηται καὶ "πρόσωπον πρὸς πρόσωπον" ὀφθῇ καὶ γένωνται οἱ ἄνθρωποι κατὰ τὸν θεὸν κατὰ τὸ εἰρημένον· "ὅταν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν", ὧδε τέλος τῶν ἀλλοιωθησομένων ἐστίν. εὖ δὲ καὶ τὸ φάναι "τῶν ἀλλοιωθησομένων" καὶ μὴ "τῶν ἀλλοιωθέντων". οὐδεὶς δὲ ἐπ̣α̣ι̣νεῖται ἐπὶ ἐπιστήμῃ καὶ ἀρετῇ, ἐὰν ἐπιστήμων γενάμενος ᾖν ἢ ἐνάρετος, ἀλλ' ὅταν ᾖν ἐπιστήμων· τῶν γ̣ὰρ ἐνεργητικῶν ἐστιν ἡ ἀρετὴ καὶ ἡ ἐπιστήμη, ἐν τῷ ἐνεργεῖσθαι ἔχει τὸ εἶναι. "εἰς τὸ τέλος" οὖν, "ὑπὲρ τῶν ἀλλοιωθησομένων". ταύτην δὲ τὴν μακαρίαν καὶ θείαν καὶ ὑπερφυ̣ῆ ἀλλοίωσι̣ν ἔχομεν ἐκ τῆς τοῦ ὑψίστου δεξιᾶς· εἴρηται γὰρ περὶ αὐτῆς· "αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου"· ὥσπερ γὰρ "πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν, ἵνα τῇ αὐτοῦ πτωχείᾳ πλούσιοι γενώμεθα"–καὶ ὅρα· "πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν"· καὶ γὰρ ἀλλοιωθεὶς καὶ ἐπιδημήσας. καὶ μένων χωρὶς τῆς ἐπιδημίας ὁ αὐτός ἐστιν, ἀεὶ ἔχει τὸ εἶναι πλούσιος. "δι' ἡμᾶς" δε`̣ ἐπ̣τώχευσεν". ὅταν τοίνυν δι' ἡμᾶς πτωχεύσας πλουσίους ἡμᾶς καταστήσῃ, ἀλλοιούμεθα κατὰ πλοῦτον καὶ εἰς τὸ τέλος ἐρχόμεθα, ἐὰν ὡς αὐτὸς γενώμεθα πλούσιοι, ὡς ἐνδέχεται, ὁ´̣τ̣αν θεασώμεθα "τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας". "ἐκ τοῦ πληρώματος" οὖν λαμ̣βάνουσιν οἱ ἅγιοι. οὐδεὶς τὸ πλήρωμα δέχεται, οὐδὲ πάντες. οὕτω καὶ τό· "ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου". οὐκ εἶπεν· "τὸ πνεῦμά μου"· "ἀρραβῶνα" γὰρ "πνεύματος" λαμβάνο̣υ̣σιν οἱ ἐνταῦθα πνευματοφ̣όροι. καὶ ἐκχεῖται ὁ ἀρραβὼν ἀπὸ τοῦ πνεύματος. ὁ δὲ ἀρραβὼν ὅλου τινὸς μέρος ἐστίν. "εἰς τὸ τε´̣λος̣" οὖν, "ὑπὲρ τῶν ἀλλοιωθησομένων". "αὕτη" οὖν "ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου". ἡ δεξιὰ τοῦ ὑψ̣ι´̣ς̣του ἄτρεπτος καὶ ἀναλλοίωτός ἐστιν. ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει· οὐκ ἄλλως γὰρ αὐτὴν ἢ τὸν σωτῆρα νοοῦμεν. πῶς οὖν ἀλλοιοῦται, ἴδω̣μ̣εν· συνκαταβαίνει παιδεύουσα· καὶ τότε τῷ ὄντι ὠφελούμεθα, ἐὰν συνκαταβῇ. μενού σης δὲ αὐτῆς ἐφ' ἑαυτὴν ἡμεῖς οὐκ ὠφελούμεθα. λέγει οὖν τοῦτο· "μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύρι328 ος ἢ ἐπιλήσεται τοῦ οἰκτιρῆσαι"; ἔτι· "ἢ ἀποκόψει τὸ ἔλεος αὐτοῦ ἀπὸ γενεᾶς εἰς γενεὰν ἢ συνέξει τοὺς οἰκτιρμοὺς αὐτοῦ"; λέγει· "καὶ εἶπα Νῦν ἠρξάμην", ὅτε συνκαταβαινούσης πεῖραν ἔλαβον τῆς δεξιᾶς. "νῦν ἠρξάμην"· ἐν ἀρχῇ γέγονεν τοῦ γνῶναι τὴν ἀλήθειαν, ἐν ἀρχῇ τοῦ γνῶναι τὰ ἔργα τῆς προνοίας, τοὺς οἰκτιρμο̣ὺς τοῦ θεοῦ τοὺς ποιητικοὺς ἀγαθοῦ. "εἶπα" οὖν "Νῦν ἠρξάμην". λέγει· "αὕτη ἡ ἀλλοίωσις", ἣν ὑπέμεινα ἐγώ, "τῆς δεξιᾶς τοῦ ὑψίστου" ἐστίν. αὕτη με ἠλλοίωσεν. οὐδεὶς ἠδύνατο τῶν γε̣νητῶν ἀλλοιῶσαί με οὕτως· πάντες γὰρ δέονται τοῦ εἰς προκοπὴν ἄγοντος, τοῦ τελειοῦντος. δημωδέστερον δὲ καὶ κατὰ τοὺς εἰς μέσον λέγοντας ἐροῦμεν ὅτι ἡ ἀλλοίωσις τοῦ ὑψίστου αὕτη ἐστίν· εὐλογία ὢν γέγονε κατάρα, ἵν' ἀπολύσῃ κατάρας καὶ εὐλογουμένους ἀποδείξῃ. δικαιοσύνη ὠ`̣ν γέγονεν οὖν ἁμαρτία, ἁμαρτία δὲ τοιαύτη δικαιοσύνης ποιητική. "ἐν αὐτῷ" δὲ γινόμεθα "δικ̣αιοσύνη ς ποιητική θεοῦ". οὐκ ἁπλῶς οὖν δικαιοσύνη, ἀλλὰ θεοῦ. εἰρήκαμεν πολλάκις, ὅτι τὰ ὀνόματα τῶν ἕξε̣ων 230 ἔχουσιν οἱ παρονομαζόμενοι, ὅταν τελειωθῶσιν κατ' αὐτά. οὕτω γοῦν καὶ τὸν ἐν ἀγάπῃ τελειωθέντα, ὡς ἐνδέχεται ἐν τῷ βίῳ, ἀγάπην ὀνομάζει Παῦλος· τὸ γάρ· "ἡ ἀγάπη οὐ φυσιοῦται, ου᾿̣κ ἀσχημονεῖ, οὐ περπερεύεται", οὐ περὶ τῆς ἀγάπης τῆς ἀρετῆς λέγεται, τῆς ἐντολῆς τῆς πασῶν μείζονος, ἀλλὰ περὶ τοῦ ἔχοντος, περὶ τοῦ ποιοῦ. γίνεται οὖν ὁ σωτὴρ πάντα ἡμῶν ἕνεκα. γίνεται σάρξ, "ἵν' ἡμεῖς δικαιοσύνη θεοῦ γενώμεθα"· θεασάμενοι γὰρ "τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς", οὐ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.