Unit 56 rem close
Rem CLOSEOUT: Unit 56 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
κυρίῳ παρακολούθημά ἐστιν. γέγονεν δὲ τὸ λογικὸν ζῷον, ἵνα δεκτικὸν ᾖν ἀρετῆς. τὸ δὲ δεκτικόν τινος οὔκ ἐστιν κατ' οὐσίαν τοιοῦτο. οὐ κατ' οὐσίαν δὲ ἀγαθοί εἰσιν οἱ ἄνθρωποι· διὰ τοῦτο γὰρ ἐκτίσθησαν, ἵνα γένωνται ἀγαθοὶ μετουσίᾳ τοῦ ἀληθῶς ἀγαθοῦ. παρακολουθεῖ δὲ τῷ δεκτικῷ τῆς ἀρετῆς τὸ δεκτικὸν τῆς κακίας. καὶ ὥσπερ ἀεὶ μετὰ τὰ καλὰ τὰ κ̣ακά ἐστιν, μετὰ τὴν τέχνην ἡ κακοτεχνία, μετὰ τὴν ἀκοὴν ἡ παρακοήν. παρακολούθημα οὖν ἐστιν ἡ ἁμαρτία τῆς ἀρετῆς· οὐκ ἂν συνίστατο, εἰ μὴ δεκτικὸν ἦν ἀρετῆς τὸ ζῷον τὸ ἁμαρτάνον. ὁμοίως καὶ ὁ κηρὸς παρακολούθημά ἐστιν. τήκε̣ται γοῦν οὗτος καὶ οὐκ εἰς τὸ μὴ ὂν καταστρέφει, ἀλλ' εἴς τι κρεῖττον μεταβάλλει. καὶ οἱ ἁμαρτωλοὶ οὖν καπνὸς γίνονται δ̣ι' αὐτὴν τὴν κακίαν· ἡ γὰρ κακία οὕτως οὕτως ανομια "ὥσπερ ὄμφαξ βλαβερὸς ὀδοῦσιν καὶ καπνὸς ὄμμασιν, οὕτω παρανομία τοῖς χρωμένοις". ὁρᾷς ὅτι ὄμμασιν καπνὸς ἡ παρανομία γίνεται τοῖς χρωμένοις αὐτήν. οὐ μεγάλης δὲ δεῖται βίας ὁ καπνὸς ἵνα ἀνατραπῇ· ταχέως γὰρ ἀνατρέπεται. διὰ τοῦτο "ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς" οἱ ἁμαρτωλοί εἰσιν, καὶ "ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν". παρ̣ακολούθημά ἐστιν, ὡς εἶπον, 239 πυρὸς ὁ καπνός· ἢ ὄντος γὰρ πυρὸς συνίσταται ἢ γενομένου. οἱ ἐχθροὶ οὖν τοῦ κυρίου κἂν βρενθύωνται ἔκπαγλα, κἂν ἐπαίρωνται ὡς ἱκανοί, ὡς ἐπίδοξοι, κατὰ τὸν καπνὸν σβέννυνται ἅμα τῷ ὑψωθῆναι αὐτούς. ἡμῶν ἐστιν τὸ ὁρᾶν τὴν ἔκλειψιν αὐτῶν, ἐπεὶ κἂν μένωσιν μέχρι τινὸς χρόνου δοξαζόμενοι καὶ ἐπαιρόμενοι μεγάλα φρονοῦντες, ἀλλὰ τῷ δυναμένῳ ὁρᾶν ἐφ' ᾧ μέγα φρονοῦσιν, εὐθέως ἐκλιπόντες εὑρίσκονται. 21 δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτείσει. ἃ δίδωσιν θεὸς ἐπ' ὠφελίᾳ τῶν ἀνθρώπων καὶ τῆς ψυχῆς, οὐ κατὰ ὀφειλὴν λαμβάνουσιν οἱ δεχόμενοι· οὐδεὶς γὰρ κατὰ ὀφειλὴν δέχεταί τι ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ χαριζόμενος δανείζει, προχρείαν δίδωσιν τὸ καλόν, ἵνα κατεργασάμενος ἀπ' αὐτοῦ κερδήσῃ καὶ δοῖ τόκους. λαμβάνω τὸν περὶ δικαιοσύνης λόγον. ἐὰν ἀποδιδοὺς καὶ τοὺς τόκους παρέχω, τὰ ἔργα τῆς δικαιοσύνης̣ τῳ῀̣ θεῷ προσκομίζω. ἐὰν δὲ λαβὼν τὸν περὶ δικαιοσύνης λόγον μηδὲν κατὰ δικαιοσύνην ἐνεργήσω, δανεισάμενος παρὰ θεοῦ οὐκ ἀποδέδωκα· δίδωσιν γὰρ ὁ θεός, ἵν' ἐνεργῶμεν, παρέχει θεός, ἵν' εἰς πράξεις τοὺς λόγους μεταβάλλωμεν. δανείζει δὲ τὸ θεῖον αὐτοῦ ἀργύριον, περὶ οὗ λέγεται· "ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ". ὁ δανειζόμενος οὖν ἀποδίδωσιν τόκους καὶ αὐτὸ ὃ ἐδέξατο. 21 ὁ δὲ δίκαιος οἰκτίρει καὶ δίδωσιν. 240
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.