Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
ὑμῶν τὸ Πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διατηρηθείη. Πῶς γὰρ ὁλοτελῶς ἁγιασθῆναι, καὶ ὁλόκληρον ἔχειν τις τὸ σῶμα ἑαυτοῦ δύναται, εἰ τὸ σῶμα μὴ πέφυκεν, κακὸν ὂν, ἁγιάζεσθαι; Εἰ γὰρ κακὸν τῇ φύσει τοῦτο, οὐ δεκτικὸν ἁγιασμοῦ· εἰ δὲ δέχεται τὸ ἀγαθὸν, δῆλον ὅτι οὐ φύσει κακὸν, δεκτικὸν ὂν ἀγαθοῦ. Τὸ γὰρ τῇ φύσει κακὸν, ἀνεπίδεκτον ἀγαθοῦ. Ὥσπερ τὸ φύσει ἀγαθὸν, ἀνεπίδεκτον κακοῦ. Γράφει ἐν ἑτέρᾳ Ἐπιστολῇ ὁ αὐτὸς Ἀπόστολος πρός τινας· Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ· δεικνὺς καὶ διὰ ταύτης τῆς λέξεως, ὡς πέφυκεν καὶ ἡ σὰρξ καθαίρεσθαι τῶν προσαπτομένων αὐτῇ ἐξ ἁμαρτίας μολυσμῶν. Ἀλλὰ καὶ τὸ πνεῦμα καὶ ἡ ψυχή· εἰ δὲ ἡ σὰρξ κατ' οὐσίαν ἦν κακὸν, καὶ τὸ πνεῦμα κατ' οὐσίαν ἀγαθὸν, οὐδ' ἂν τὸ πνεῦμα μολυσμὸν εἶχεν, οὔτε μὴν ἡ σὰρξ ἀπὸ μολυσμοῦ ἐκαθαίρετο. Προστάττει δὲ ἑκάτερα καθᾶραι ἀπὸ μολυσμοῦ, λέγων καὶ τὸν τρόπον τῆς καθάρσεως. Ἐπιτελοῦντες γὰρ, φησὶν, ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Εὖ δὲ καὶ τὸ εἰπεῖν· Ἐν φόβῳ Θεοῦ· δεικνὺς τὸ ὑπήκοον ἔχειν ἐξ αὐτῶν, καὶ οὐκ ἐξ ἀνάγκης. Εἰ δὲ ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ, καθαίρομεν τὴν ἑαυτῶν σάρκα ἀπὸ μολυσμοῦ καὶ τὸ πνεῦμα· δῆλον, ὅτι ἐγγινομένης ἐν ἡμῖν τῆς ἁγιωσύνης τοῦτο γίνεται· Ὥσπερ γὰρ καθαίρεται ἀγνοίας ψυχὴ, καὶ ἀδικημάτων, παρουσίᾳ ἐπιστήμης καὶ δικαιοσύνης ἡ γὰρ ἀποφυγὴ τῆς κακίας ἀρετῆς εἴσοδον ἐργάζεται ἐκ τοῦ ἐναντίου· οὕτως παρουσίᾳ ἁγιασμοῦ καθαίρεται ἡ σὰρξ μολυσμοῦ καὶ τὸ πνεῦμα. Πνεῦμα δὲ ἐν τούτοις τὴν ψυχὴν λέγει, ὥσπερ καὶ ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων Στέφανος ὁ ἀπόστολος καταλευόμενος, καὶ μέλλων ἀποθνήσκειν, εἶπεν εὐχόμενος· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. Οὐδὲ γὰρ ἄλλο τι ἐν τούτοις ἔλεγε τὸ πνεῦμα ἑαυτοῦ, ἢ τὴν ψυχήν. Εἰ οὖν διὰ πλειόνων ἡ σὰρξ καὶ τὸ πνεῦμα, ὁτὲ μὲν ἁμαρτίας, ὁτὲ δὲ ἁγιασμοῦ, καὶ πρὸς τὸ δοξάζειν τὸν Θεὸν ἔχοντα λέγεται· οὐδὲν τούτων φύσει κακὸν, ἢ ἀγαθόν ἐστιν· ἀλλ' αὐτεξουσίως ἑκατέρων δεκτικόν· ἢ παρὰ τὴν χρῆσιν τοῦ ἔχοντος ἀνὰ μέρος δέχεται, ὁτὲ μὲν ἁμαρτίας εἶναι, ὁτὲ δὲ ἁγιασμοῦ; Εἰ δὲ καὶ τὸ ῥητὸν ἀγνοοῦντες, ἀφ' οὗ προφέρουσιν ἁμαρτίας εἶναι τὴν σάρκα, τοῦτο νομίζουσιν· ἀλλ' ἡμεῖς ὅλον αὐτὸ θέμενοι, τὴν διάνοιαν φανερὰν ποιήσομεν. Ἔχει δὲ οὕτως. Ὁ Θεὸς τὸν Υἱὸν ἑαυτοῦ πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, περὶ ἁμαρτίας κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. Ὃ λέγει τοιοῦτόν ἐστιν. 39.1096 Ἡ πάντων ἀνθρώπων σὰρξ, ἐκ συνδυασμοῦ ἔχει τὸ εἶναι, δίχα τοῦ πρωτοπλάστου, καὶ οὗ ἀνέλαβεν ὁ Σωτήρ. Οὐκ ἂν γὰρ ἄλλως σῶμα ἀνθρώπου γένοιτο, μὴ ἐπιπλακέντος τῷ θήλει τοῦ ἄῤῥενος . Ἐπεὶ οὖν ὁ Σωτὴρ ἐκ μόνης τῆς Παρθένου ἔλαβε σῶμα, τὴν ἀρχὴν οὐκ ἔχον ἐκ συνουσίας, ὁμοίωμα τὴν σάρκα τὴν Κυριακὴν εἶπε τῆς σαρκὸς τῆς ἐκ συνουσίας. Οὐ γὰρ καθάπαξ εἶπεν, ὁμοίωμα σαρκὸς αὐτὸν ἔχειν, ἀλλ' ὁμοίωμα σαρκὸς ἁμαρτίας. Τὸ δὲ ὁμοίωμα τῆς σαρκὸς ἁμαρτίας, σάρξ ἐστιν, μόνῳ τούτῳ λειπομένη τῶν ἄλλων 3 σαρκῶν, τὸ ἄνευ ἀνδρὸς ἐσχηκέναι τὴν ὕπαρξιν. Ἔδει γὰρ τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐρχόμενον, μὴ ἐκ συνδυασμοῦ σῶμα λαβεῖν. Μηδ' αὖ ἔξωθεν τῆς τῶν ἀνθρώπων διαδοχῆς, ὥσπερ ὁ πρῶτος ἄνθρωπος, ἵνα μὴ ἑτερογενὲς αὐτοῦ νομισθῇ τὸ σῶμα. Εἰ γὰρ καὶ αὐτὸς ἐκ τῆς γῆς ἐπέπλαστο, ὡς ἀρχηγὸς τοῦ γένους τῶν ἀνθρώπων, ὑπόνοιαν ἐλάμβανον οἱ διὰ φαντασίας τὴν δόκησιν εἰσάγοντες, μήτε ἄρα οὐ κατὰ ἀλήθειαν ἔφερεν ἀνθρώπου σῶμα. Πάλιν, εἰ ἐκ συνδυασμοῦ ἀνειλήφει σῶμα, οὐκ ἔχων τὸ παρηλλαγμένον, ἐνομίσθη ἂν καὶ αὐτὸς ὑπεύθυνος εἶναι ἐκείνῃ τῇ ἁμαρτίᾳ, ᾗπερ καὶ οἱ ἐκ τοῦ Ἀδὰμ πάντες κατὰ διαδοχὴν ὑπῆρχον. Εἰ δὲ λέγοιεν· Εἰ σὰρξ ἁμαρτίας ἐστὶν ἡ ἐκ συνουσίας ἀνδρὸς καὶ γυναικὸς τεχθεῖσα, κακὸς ὁ γάμος· ἀκουέτωσαν, ὅτι Πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, τοῦ ἄραντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἅπαντες οἱ ἄνθρωποι, ὥσπερ τὰ ἄλλα μετὰ κακίας ἔπραττον, οὕτω καὶ τὸν γάμον ἁμαρτητικῶς εἶχον. ∆ι' ὃ τὰ ἐκ τοῦ γάμου γεννώμενα σώματα νοητέον· Καὶ οὕτως, ἐπεὶ μετὰ τὴν ἁμαρτίαν ἡ σύνοδος γέγονεν τοῦ Ἀδὰμ καὶ τῆς Εὔας, διὰ τοῦτο σὰρξ ἁμαρτίας εἴρηται. Ἄφθαρτος γὰρ ὢν πρὸ τῆς παραβάσεως, φθαρτὸς γεγένηται παραβάς· καὶ οὕτως ἡ διαδοχὴ τὸ φθαρτὸν ἔχει. Ὁμοίωμα οὖν τῆς σαρκὸς ταύτης εἶχεν ὁ Σωτὴρ, εἰ καὶ μὴ εἶδεν ἡ σὰρξ αὐτοῦ διαφθοράν. Ἀλλ' ἐπιδημήσαντος τοῦ Σωτῆρος, ὡς ἀπὸ τῶν ἄλλων πραγμάτων ἀφαίρεσις ἁμαρτίας γέγονεν, οὕτω καὶ ἀπὸ
About this text
Didymus the Blind, Contra Manichaeos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Contra Manichaeos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.