De trinitate · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

δέ γε υἱὸν ὥς τι ἄψυχον ὄρ̣γ̣ανον. 8.7 πῶς οὐ μέγα προσπτύσας καὶ τὰς χεῖρας ὑπτι´̣ας ἀντιθεὶς ταῖς οὑτωσι`̣ ἀγρίαις δυσφημίαις ἀναχωρήσει δεδιὼς μὴ ὑπόδικος γένηται τοῦ θείου δικαστ̣ηρίου καὶ ἀκοη῀̣ς ἀπροαιρέτου χα´̣ρι̣ν; 9.ν Περὶ ὧν λέγουσιν αἱρετικοί· «πότε ὁ υἱὸς ἐγεννήθη καὶ τὸ πνεῦμα ἐξεπορεύθη;» καὶ τὰ λοιπά. 9.1 Τοσούτων τοίνυν καὶ οὕτω σαφῶν ἀποδείξεων οὐσῶν καὶ τῆς γραφῆς παραινούσης «ποικίλαις καὶ ξέναις διδαχαῖς μὴ παραφέρεσθαι», φεύγειν δὲ «τὰς κενοφωνίας», οἱ ἑτερόδο̣ξο̣ι συστῆσαι ἀπὸ γραφω῀̣ν̣ τὰ τῆς θρησκείας αὐτῶν ἀποροῦντες και`̣ ···· ὡσανεὶ μεθύοντες τῇδε κἀκεῖσε τὸν ἐφ' ἑκάστῳ λόγον διαριπτούμενον ἔχοντες διάφορα σοφίσματα συνταγέντα αὐτοῖς κακοτέχνως καὶ κατὰ πολὺ μελετηθέντα προβάλλουσιν, ἐν οἷς ἐστι ταῦτα· 9.2 «τὰ σύμπαντα οὖν, φησίν, οὐκ ἔστιν ἐκ τοῦ θεοῦ;» 9.3 οἷς ἀποκριτέον· ἀλλ' οὐ γεννητικῶς ὁ υἱὸς οὐδ' ἐκπορευτικῶς καθὰ τὸ πνεῦμα τοῦ θεοῦ οὐδὲ τοιούτων ἐστιν ἐνεργειῶν ἢ οὕτω περιβλέπτων ἠξιώθη συστάσεων . 9.4 εἶτα· «πότε οὖν ὁ υἱὸς ἐγεννήθη κ̣αὶ τὸ π̣νεῦμα ἐξεπορεύθη;» τότε, ὅτε ὁ πατὴρ οὐκ ἐγεννήθη. εἰ γὰρ καὶ ἐξ αὐτοῦ, ἀλλ' οὐ μετ' αὐτόν. 9.5 καὶ ὡς ἀθέμιτον τὸ ζητεῖν γὰρ ἐν τόπῳ, ἐπειδὴ μήτε περι̣ορ ὁ γεν̣ν̣ήσας καὶ ὁ γεννηθείς̣–, οὕτως οὐδ χ̣ρόνῳ. 9.6 θεὸς γὰρ ὢν ὁ υἱὸς καὶ λόγος το̣ῦ υ̣το, ἀλλὰ τοῦ ποιεῖν. ὡσαύτως καὶ τὸ πνεῦμα . 9.7 πῶς δέ, φησίν, ἐγεννήθη; τοῦτο–εἰ καὶ ἐγράφη περὶ μὲν τοῦ υἱοῦ· «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», περὶ δὲ τοῦ ἁγίου πνεύματος· «πνεῦμα παρ' ἐμοῦ ἐκπορεύεται», καὶ εἰ ∆αυὶδ ψάλλει· «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν», καὶ εἰ λέγει ὁ Ἰώβ· «πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με», καὶ εἰ κύριος διδάσκει: «τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται», καὶ εἰ Παῦλος γράφει, πνεῦμα εἶναι αὐτὸ τοῦ θεοῦ ὡς ἀνθρώποις τὸ αὐτῶν– 9.8 ὅμως οὕτω πάντα νοῦν ὑπερβαίνει ὅτι ὁ αὐτὸς ἀπόστολος Κορινθίοις γράφει· «τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως φανερώσαντι δι' ἡμῶν», ὡς μὴ πάσης τῆς γνώσεως ἡμᾶς διὰ τὸ ἀχώρητον, ἀλλ' οἷόν τινος ἰνδάλματος ἢ αὔρας ὥσπερ μετασχόντας. 9.9 καὶ πάλιν· «βλέπομεν δὲ δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι» τὰ περὶ αὐτοῦ. καὶ μάλα εἰκότως. «δόξα γὰρ κυρίου κρύπτει λόγον» κατὰ τὸ θεῖον ῥητὸν ὑπερκειμένη ἀφράστῳ καὶ ἀπείρῳ λόγῳ πάσης αἰσθήσεως γενητῆς. 9.10 οὐ διὰ τὸ ἀβάστακτον μόνον. ἀλλ' ὅτι τὸ προαιώνιον καὶ πρὸ πάσης κτίσ̣ε̣ω̣ς, εἰ μὴ ὑπὸ γραφῶν δεδήλωτο, τῇ κτίσει ἠγν̣οεῖτο· 9.11 καὶ πάλιν τοῖς αὐτοῖς τὸ δεύτερον εἰς τοῦτο παγκαλο · «ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τ̣ὸ μέτρον τοῦ κανόνος, οὗ ἐμέρισεν ἡμῖν ὁ θεὸς μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν». καὶ ἐν τῇ πρώτῃ δὲ ἐπιστολῇ φησιν· «εἴτις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω κα θὼς θεῖ γνῶναι». 9.12 τίς ἡ διαφορὰ τῆς γεννήσεως καὶ τῆς ἐκ πορ̣εύσεως; ω῾̣ς ὁ τρ̣όπος ἄγνωστος οὕτω καὶ ἡ διαφορά, εἴγε δὴ ἄρα ἐξὸν αὐτὸ 4 τοῦτο ἀκούειν ἢ λαλεῖν, τὸ γὰρ αἰτίας τῶν ὑπὲρ πᾶσαν αἰτίαν καὶ νόησιν ἀποδιδόναι τολμηρόν· τὸ δὲ θαυμάζειν τὸ θεῖον καὶ φόβον εἶναι τὴν περὶ αὐτοῦ ἔννοιαν φοβερὰν νομίζειν, ἀσφαλές. 9.13 «Θέλων οὖν, φησίν, ἐγέννησεν ὁ θεὸς ἢ μὴ θέλων;» ἀλλ' ἡμᾶς χρὴ προειπεῖν τὸν σκοπὸν αὐτῶν καὶ οὕτως ἀποκρίνασθαι. 9.14 ὁ οὖν σκοπός ἐστιν, ἵνα πρὸς ἀκεραίους ἀπὸ ἑκατέρας λέξεως τὴν ἀντίθεσιν ποιῶνται. 9.15 ἤντε γὰρ δράξωνται τοῦ «μὴ θέλων ἐγέννησεν»–οὐδεὶς δὲ αὐτοῖς τοῦτο ἀποκρίνεται–λέγουσιν· «οὐκοῦν ὃ μὴ θέλει ὁ θεὸς ὑπομένει γεννήσας τὸν υἱόν, φύσεως ἀνάγκης εἰς τοῦτο ἄκοντα αὐτὸν περιαγούσης». 9.16 ἤντε δοθῇ αὐτοῖς τὸ «θέλων ἐγέννησεν ἐπάγουσιν· «ἄρα ἡ γέννησις τοῦ υἱοῦ ἐξῆπται τῆς πατρικῆς θελήσεως, δημιουργικῶς ὕπαρξιν αὐτῷ παρεχούσης»· 9.17 ἡ δὲ ἀπόκρισις αὕτη ἀνουστάτη τυγχάνει. τῆς θελήσεως γὰρ καὶ τῆς ἀνεθελησίας καὶ πάσης ἐννοίας προτερεύει ὅ τε γεννήσας θεὸς καὶ πατὴρ τό τε «ἀπαύγασμα τῆς δόξης αὐτοῦ», ὁ υἱός· καὶ οὐδὲν τούτου μέσον καὶ ἐκείνου, ἐξ οὗ ἐστιν, ἐπινοηθῆναι δύναται. 9.18 Ὁμοίως δὲ καὶ ἡ «εἰκὼν τοῦ θεοῦ». ἔστιν δὲ πάλιν ὁ υἱὸς οὐκ ἀρχομένη οὐδὲ παυομένη πρώτη ὕπαρξις τῆς θελήσεως ἢ μὴ θελήσεως. 9.19 ἐγέννησεν οὖν ἐν τῇ ὑπὲρ βουλὴν καὶ νοῦν φύσει. 9.20 Ἀλλὰ καὶ ἥδε ἡ πρότασις αὐτῶν ἀτοπίας ἀνάμεστος. ἡγεῖται γὰρ τοῦ μὲν θέλειν πάθος ἐπιθυμίας, τοῦ δὲ μὴ θέλειν μέν, ποιεῖν

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.