De trinitate · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

9.40 καὶ μὴν πρὸς τὴν ἐνανθρώπησιν αὐτοῦ ὅλον νένευκε τὸ νόημα. 9.41 ἐπειδὴ γὰρ λέγοντι αὐτῷ· «υἱὸς θεοῦ εἰμι» ἀντεφθέγγοντο· «βλασφημεῖς», ἐπεψηφίσατο αὐτῷ ὁ πατὴρ ὅτι «οὗτος μόνος ἐστὶν ὁ υἱός μου γνήσιος». 9.42 Τὸ γάρ «οὗτος» καὶ τό «ἀγαπητός» καὶ τὸ μετὰ ἄρθρου ὠνομάσθαι «υἱός» τοῦτο δηλοῖ· ἐν τούτῳ, φησίν, εὐδόκησα διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ τὴν σωτηρίαν ὑμῖν πορισθῆναι. 9.43 κἂν περὶ τῆς θεότητος δὲ ἐκλάβῃ τις τό «εὐδόκησα», τὸ σόφισμα αὐτῶν ἀκυροῦται· ἐπείπερ οὐ πᾶσα λέξις ῥηθεῖσα παρὰ τοῦ θεοῦ καὶ μάλιστα περὶ τοῦ θεοῦ λόγου κοσμικοῦ ἔθους ἀποτελεῖ νόημα. 9.44 Ἔπειτα εἰ ἐπὶ τῷ ἤδη ὄντι υἱῷ ἔλεγεν· «ἐν ᾧ εὐδόκησα», οὐκ αἰτία ἡ εὐδοκία τῆς ὑπάρξεως αὐτοῦ εὑρίσκεται. 9.45 Ὥστε δὲ σαφέστερον τὸ ὑπὸ τῆς τοιαύτης λέξεως δηλούμενον γενέσθαι, μάρτυρι χρησώμεθα τῷ ψάλλοντι ἐν ρμθʹ ψαλμῷ· «ὅτι εὐδοκεῖ κύριος ἐν τῷ λαῷ αὐτοῦ». 9.46 οὐ γέγονεν δὲ ἡ εὐδοκία πρὸ τοῦ λαοῦ, ἀλλὰ μετ' αὐτόν. 9.47 τότε γὰρ εὐδόκει ἐν αὐτῷ καὶ εἰρήνην καὶ χάριν ἔπεμπεν, ὅτε ὀρθῶς αὐτῷ ἐλάτρευεν· ὅτε δὲ μὴ ὀρθῶς, τοὐναντίον ἢ νῦν προφητεύει· «ὅταν ἀπέκτεννεν αὐτούς, τότε ἐξεζήτουν αὐτόν»· καὶ ἐν μγʹ ψαλμῷ· «ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, ὅτι εὐδόκησας ἐν αὐτοῖς», «δεξιὰν καὶ βραχίονα τοῦ θεοῦ» καί «φωτισμὸν τοῦ προσώπου αὐτοῦ» τὸν υἱὸν ἀνειπών· 9.48 καὶ ἐν ρεʹ ψαλμῷ· «μνήσθητι ἡμῶν, κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου». 10.ν Περὶ τοῦ λέγειν· «Εἰ ὅλος ἐστὶ γεννητικὸς ὁ ἀγέννητος θεός, οὐκ οὐσιωδῶς ἐγέννησεν» καὶ ὅτι «Εἰ μετεβλήθη ἡ οὐσία αὐτοῦ εἰς γέννημα, οὐκ ἀμετάβλητος ἡ οὐσία τοῦ θεοῦ». 10.1 Αὐτῶν καὶ τοῦτό ἐστι τὸ εἰκαῖον καὶ πλημμελὲς λέξεσιν τοιαῖσδε τεθέν· 10.2 «εἰ ὅλος ἐστὶ γεννητικὸς ὁ ἀγέννητος θεός, οὐκ οὐσιωδῶς ὁ γεννηθεὶς ἐγεννήθη, ὅλης ἐχούσης τῆς οὐσίας αὐτοῦ τὸ γεννᾶν, ἀλλ' οὐ τὸ γεννᾶσθαι.» 10.3 ἀλλ' ἀκουέτωσαν ὅτιπερ «εἰ ὅλον ἐστὶ γεννητικὸν τὸ φῶς, οὐκ οὐσιωδῶς τὸ ἀπαύγασμα γεννᾷ, ἀλλ' ἔξωθεν προσλαμβάνει, ὅλης ἐχούσης τῆς οὐσίας αὐτοῦ τὸ γεννᾶν, ἀλλ' οὐ τὸ γεννᾶσθαι». 10.4 εἰ δὲ τὸ φῶς οὐ προσλαμβάνει ἔξωθεν τὸ ἀπαύγασμα, ἀλλ' ἐκ πάσης τῆς οὐσίας αὐτὸ γεννᾷ ἀδιαστάτως, οὐδ' ὁ θεὸς ἐπεκτήσατο ἔξωθεν τὸν υἱόν, ἀλλ' ἐξ ὅλης τῆς ὑποστάσεως ἐγέννησεν ἀδιαστάτως, ἅτε ἀσώματος. ὅθεν ἀληθῶς ἐστι πατήρ. 10.5 Ἐπάγουσι πάλιν, πανταχοῦ τὴν ἐναντίαν τάξιν τῆς γραφῆς διώκοντες· «εἰ μετασχηματισθεῖσα ἡ οὐσία τοῦ θεοῦ γέννημα λέγεται, οὐκ ἀμετάβλητος ἡ οὐσία αὐτοῦ, τῆς μεταβολῆς ἐργασαμένης τὴν τοῦ υἱοῦ ἰδιοποίησιν.» 10.6 Ἀλλ' οὐδεὶς οὐδὲ τοῦτο συγχωρεῖ αὐτοῖς λέγειν. ἀλλότρια γὰρ εἶναι ταῦτα Χριστιανῶν ἡ μνημονευθεῖσα ἐλέγχει γραφή, παντὶ 6 αἱρετικῷ ἀντιβαίνουσα παγχαλέπῳ πάθει. 10.7 εἰ γὰρ μετασχηματισάμενον τὸ φῶς ἀπαύγασμα γίνεται, οὐκ ἀμετάβλητον τὸ φῶς, τῆς μεταβολῆς ἐργαζομένης τὴν τοῦ ἀπαυγάσματος ἰδιοποίησιν. 10.8 Εἰ δὲ οὐ μεταβληθὲν τὸ φῶς ἀπαύγασμα γεγέννηκεν, μεῖναν καὶ αὐτὸ φῶς καὶ ἔχον τὸ ἀπαύγασμα συμφύτως ἐξ αὐτοῦ τέλειον, καὶ ὁ θεὸς μένει ἀτρέπτως θεός, ἀπαυγάσματος ἰδίου τυγχάνων πατήρ, οὔκετι ἔξωθεν αὐτὸ προσλαβών, ἀλλ' ἐκ τῆς οὐσίας γεννήσας τέλειον. 11.ν Περὶ τῶν φλυαρούντων ὡς «ἐκ τῆς πατρὸς ὀνομασίας παρηλλαγμένη ἐστὶν ἡ οὐσία αὐτοῦ τοῦ υἱοῦ». 11.1 Αὐτὰ περὶ τῶν αὐτῶν ἀνακυκλοῦντες καὶ ἕως τοῦ παντὸς παρασημαίνοντες τῆς ἀληθείας τὸ κάλλος, ἀφιλο̣θέως καὶ τοῦτο φάσκουσιν· 11.2 ὧν τὰ ὀνόματά ἐστι διάφορα, τούτων παρηλλάχθαι καὶ τὰς οὐσίας ἀνάγκη. 11.3 φησὶν γάρ· «ἡ πατὴρ λέξις οὐ σημαίνει τὴν υἱὸς οὐδ' αὖ υἱὸς ὀνομασία δηλοῖ τὴν πατρὸς ὑπόστασινʹ. 11.4 Ἀκουέτωσαν δέ, ἓν μέν, ὅτι, εἰ μὴ καταλλήλῳ προσηγορίᾳ πεφανέρωντο αἱ θεῖαι ὑποστάσεις, ποίῳ συμβόλῳ ἄν τις χρησάμενος, μὴ λέγων τὴν πατρὸς προσηγορίαν, ἐμήνυσεν αὐτόν τε τὸν πατέρα καὶ ὅτι υἱὸν ἔχει; ἢ μὴ ὀνομάζων τὴν υἱὸς καὶ πνεῦμα προσηγορίαν, προσεφώνησεν αὐτόν τε τὸν υἱὸν ἢ τὸ πνεῦμα καὶ ὅτι ὁ μὲν υἱὸς πατέρα ἔχει, τὸ δὲ πνεῦμα τοῦ θεοῦ ἐστιν πνεῦμα; 11.5 Ἕτερον δέ, ὅτι ἐπὶ τῆς ἁγίας τριάδος–πλὴν τοῦ πατέρα λέγεσθαι τὸν ἀληθῶς ὄντα τοῦτο, καὶ τοῦ μονογενῆ καλεῖσθαι τὸν φυσικῶς γεννηθέντα, καὶ τοῦ πνεῦμα θεοῦ προσαγορεύεσθαι τὸ ἀκριβῶς τοῦτο, ὃ κέκληται, τυγχάνον τοῦ πατρός–τἄλλα πάντα ὀνόματα καθέστηκεν τὰ αὐτά, ὡς τὸ θεός, κύριος, ἅγιος, δίκαιος, ἀγαθός, φῶς, ζωή. 11.6 Οὐκοῦν τοὐναντίον, ἐπὶ τῆς μακαρίας τριάδος μόνης, ὧν τὰ ὀνόματά ἐστιν τὰ

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.