De trinitate · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; reading with the letter.

Greek

15.66 καί «τὸ ἄφθαρτον δέ σου», φησίν, «πνεῦμά ἐστιν ἐν πᾶσιν», καί «πνεῦμα κυρίου πεπλήρωκεν τὴν οἰκουμένην». 15.67 οὐδεὶς γὰρ ἂν οὕτω παχύνους καὶ νωθὴς εὑρεθείη, ὅστις μὴ ἐκ τούτων τῶν ἀπλάστων καὶ καθαρῶν μαρτυριῶν τὸ ἀπέραντον τοῦ μονογενοῦς καὶ τοῦ παναγίου πνεύματος συνίδοι. 15.68 Καὶ ἰσόσταθμα καὶ ὁμοιόλεκτα τὰ περὶ ἀμφοῖν τῶν ὑποστάσεων γραφέντα παρὰ τοῦ ἀποστόλου φημί, τά τε περὶ τοῦ πατρὸς διαλεγόμενα· «ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν θεός», καί «ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι»· τά τε περὶ τοῦ υἱοῦ Ῥωμαίοις γραφέντα· «ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν». πρὸς τούτῳ καὶ «τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου». 15.69 Ἔτι ὅμοια τὰ χρησθέντα περὶ μὲν τοῦ πατρός· «ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν», περὶ δὲ τοῦ υἱοῦ αὐτοῦ· «ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα ἐν πᾶσιν Χριστός». 15.70 καὶ ἑτέρωθι· «ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν 11 γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι εἷς κύριος Ἰησοῦς Χριστός». 15.71 Περὶ δὲ τοῦ πνεύματος κατά τε τὰ περὶ αὐτοῦ προσφάτως εἰρημένα καὶ καθὸ πάντα νοεῖσθαι κεχρεώστηται αὐτῷ, ὅσα ἐστὶν ὁ πατήρ, ὣς πνεῦμα αὐτοῦ, δίχα μέντοι τοῦ εἶναι πατέρα. ἐξεικονίζει γὰρ καὶ ἐν τούτῳ καὶ ἐν πᾶσιν τὸν θεόν, ᾗ διαγορεύει «ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν». 15.72 καὶ ἰσοδύναμον τῷ μελῳδηθέντι περὶ τοῦ θεοῦ πατρός· «σὺ εἶ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν» τὸ περὶ τοῦ υἱοῦ χρησμῳδηθὲν ἐν πϛʹ ψαλμῷ· «μήτηρ Σιὼν ἐρεῖ· ἄνθρωπος καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῷ καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος» καὶ τὸ περὶ τοῦ ἁγίου πνεύματος ἐν εὐαγγελίῳ· «ὑμεῖς λήψεσθε δύναμιν ἐξ ὕψους ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ' ὑμᾶς». 15.73 Καὶ καθὰ μέγας ὁ πατὴρ πρὸς τοῖς ἄλλοις, ὅτι οἶδεν τὸν υἱόν, οὕτω καὶ ὁ υἱὸς μέγας ἐστὶ καὶ διὰ τὸ γινώσκειν τὸν πατέρα· 15.74 ὁμοίως καὶ τὸ ἅγιον πνεῦμα. φησὶν γάρ· «οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ». καὶ ἀπαράλλακτον τῷ παρὰ Παύλου Ἑβραίοις γραφέντι περὶ τοῦ πατρός· «ἔπρεπεν γὰρ αὐτῷ, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα» τὸ περὶ τοῦ υἱοῦ χρησμῳδηθέν· «πάντα δι' αὐτοῦ ἐγένετο» καὶ περὶ τοῦ πνεύματος· «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν». 15.75 Αἱ οὖν τῷ θεῷ καὶ πατρὶ ἐν ἴσῳ ἐκτετιμημέναι ἔνδοξοι ὑποστάσεις, ὡς τὴν ἐπὶ πάντων θεϊκὴν ἄμικτον καὶ ἀπαράβλητον αὐτοῦ φύσιν διακληρωσάμεναι, πῶς ἂν ἐν πᾶσιν ὑπὸ θεῷ, καθὸ κτιστὰς ψηφίζονται αὐτάς, συναριθ μηθείησαν; 15.76 ὥσπερ γὰρ ἀδύνατόν ἐστιν μὴ τὸν πατέρα ἀνάρχως τε καὶ ἀληθῶς εἶναι πατέρα–οὐ γὰρ χρόνῳ οὐδ' ἐπίθετον ἔσχεν τὸ ὄνομα τοῦτο–, οὕτως ἀδύνατόν ἐστιν μὴ τὸν υἱὸν λόγον καὶ τὸ πνεῦμα αὐτοῦ ἀνάρχως τε καὶ φύσει εἶναι ἐκ τῆς ὑποστάσεως αὐτοῦ. ἅμα γὰρ πατήρ– συγχωρηθῇ δὲ τὸ οὕτως εἰπεῖν–ἀδιαστάτως ὁ μὲν ἐγεννήθη, τὸ δὲ ἐξεπορεύθη. 15.77 καὶ τοῦ εἶναι οὖν πατέρα τοῦ μονογενοῦς καὶ τοῦ ἔχειν τὸ πνεῦμα αὐτοῦ ἐκπορευόμενον παρ' αὐτοῦ οὐ παρῄρηται. καὶ διὰ τὸ εἶναι πατέρα οὔτε χρόνῳ οὔτε οὐσίᾳ διαφέρει τοῦ υἱοῦ καὶ τοῦ πνεύματος αὐτοῦ. εἰ γὰρ ὕστερον ἐγέννα, μετεβάλλετο ἂν ἤτ' οὖν ἐτρέπετο, ὅπερ ἀλλότριον θεότητος μετὰ τοῦ εὑρίσκεσθαι τὸν θεόν ποτε μὴ λεγόμενον ἢ μὴ ὄντα πατέρα ὡς μήπου γεγεννηκότα. 15.78 Καὶ Ἑβραίοις δὲ ὁ ἀπόστολος τὸ ἄναρχον καὶ ἀκατάληπτον τῆς τοῦ υἱοῦ τοῦ θεοῦ γεννήσεως παριστῶν γράφει περὶ τοῦ Μελχισεδέκ· «ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος μηδὲ ἀρχὴν ἡμερῶν ἔχων, μηδὲ τέλος ζωῆς, ἀφωμοιωμένος τῷ υἱῷ τοῦ θεοῦ». 15.79 ἀφωμοίωτο δέ–καθὸ οὐκ ἐγενεαλογήθη, ὡς ἔθος ἦν ποιεῖν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ περὶ τῶν ἐν αὐταῖς ἐντίμων–διὰ τὸ εἶναι αὐτὸν τύπον καὶ ὑπογραμμόν τινα τοῦ δεσπότου, τοῦ ἄνω μὲν ἀμήτορος καὶ ἀχρόνου, κάτω δὲ ἀπάτορος καὶ ἀπὸ χρόνου. 15.80 καίτοι ἐπιφανὴς ἱερεὺς γενόμενος ὁ Μελχισεδέκ, ὡς εὐλο γηθῆναι παρ' αὐτοῦ τὸν Ἀβραὰμ καὶ δεκάτας αὐτῷ τῶν σκύλων παρασχεῖν, καθὰ ὁ αὐτὸς ἀπόστολος λέγει· «θεωρεῖτε δέ, πηλίκος οὗτος, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ». καὶ πάλιν· «καί, ὡς ἔπος εἰπεῖν, διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτω ται», τουτέστιν διὰ τοῦ προπάτορος Ἀβραάμ. «ἔτι γάρ», φησίν, «ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν»–Λευΐ, ὁ ἀπόγονος Ἀβραάμ, παρ' οὖ ἡ

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.