On the Trinity · §24 · Didymus the Blind

…of God dwell in you?” and: “Do you not know that your bodies are a temple of the Holy Spirit in you, whom…

…of God dwell in you?” and: “Do you not know that your bodies are a temple of the Holy Spirit in you, whom you have from God?” (1 Cor 3:16; 6:19). And to the Ephesians: “that he would grant you, according to the riches of his glory, to be strengthened with power through his Spirit in the inner man, that Christ may dwell in your hearts through faith.” (Eph 3:16-17).

And as when the Master says in John: “the Spirit of truth, whom the world cannot receive, because it neither sees him nor knows him; but you know him, because he abides with you and will be in you” (John 14:17). And again: “If anyone loves me, he will keep my word; and my Father will love him, and we will come to him and make our abode with him” (John 14:23).

And this will be still clearer to the observer: that the almighty divine Word, willing it, both remained unchanged and was carried in the womb by the Virgin.

But they again raise objections, saying: “It is written, allegedly, concerning Ananias: ‘Why has Satan filled your heart?’ (Acts 5:3); and concerning Judas, that ‘Satan entered into him’ (John 13:27).” To them it must be said that he fills the one who does not attend to “Do not let your foot be moved, and he who keeps you will not slumber” (Psalm 121:3; LXX 120:3) — not by being partaken of, nor by riding upon the soul as it were, but by deceiving, and working in the treacherous manner of malice, and making his own wickedness a mere side-show. In the same way he filled Elymas his son with the prompting of a satanic deed. For Paul says to him — being filthy in mind and in deeds and full of devilish wickedness and deceiving the saints, as it seems […].

Greek

θεοῦ οἰκεῖ ἐν ὑμῖν;» καί· «οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ θεοῦ;» 20.7 καὶ Ἐφεσίοις· «ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν.» 20.8 Καὶ ὡς ὅταν ὁ δεσπότης ἐν Ἰωάννῃ λέγει· «τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό. ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ' ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται». καὶ πάλιν· «ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει· καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα». 20.9 Ἔσται δὲ τοῦτο πλέον καταφανὲς τῷ ἐπιστάνοντι, ὅτι θελήσας ὁ πάντα δυνάμενος θεὸς λόγος ἄτρεπτός τε διέμεινεν καὶ ὑπὸ τῆς παρθένου ἐκυοφορήθη. 20.10 Οἱ δὲ πάλιν ἐνίστανται ἀντιλέγοντες· «γέγραπται δῆθεν περὶ μὲν _̓Ανανία· «διὰ τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου;» περὶ δὲ Ἰούδα, ὡς «εἰσῆλθεν εἰς αὐτὸν ὁ σατανᾶς».» 20.11 Πρὸς οὓς ῥητέον, ὡς οὐ μετεχόμενος οὐδὲ τῇ ψυχῇ ὥσπερ ἐπιβατεύων, ἀλλὰ φενακίζων καὶ κακοβουλίας καὶ παλίμβολον τρόπον ἐνεργαζόμενος καὶ πάρεργον ποιῶν τῆς ἑαυτοῦ πονηρίας πληροῖ τὸν μὴ προσέχοντα τῷ. «μὴ δῴης εἰς σάλον τὸν πόδα σου, καὶ οὐ μὴ νυστάξει ὁ φυλάσσων σε». 20.12 καθ' ὃν τρόπον Ἔλυμαν τὸν υἱὸν αὐτοῦ ἐπλήρωσεν τῇ ὑποβολῇ πράξεως σατανικῆς. λέγει γὰρ αὐτῷ Παῦλος, μυσαρῷ τὴν γνώμην καὶ τὰς πράξεις τυγχάνοντι καὶ ἀνάπλεῳ τῆς διαβολικῆς ὄντι μοχθηρίας καὶ κατασοφιζομένῳ τοὺς ἁγίους, ὡς δοκεῖν ἐν αὐτῷ οἰκεῖν τὸν ἀρχέκακον πατέρα αὐτοῦ· «ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας υἱὲ διαβόλου». 20.13 ἔτι δὲ καθὼς καὶ τοὺς ψευδοπρεσβύτας ἐπὶ τῆς σεμνοπρεπεστάτης Σωσάννης ἐπλήρωσεν ἀκολάστου γνώμης· ἔχει δὲ οὑτωσί· «ἦλθον δὲ καὶ οἱ δύο πρεσβύτεροι πλήρεις τῆς ἀνόμου ἐννοίας». 20.14 Καὶ ἵνα μὴ ὄχλον πολὺν τῇ ἀκοῇ παρασκευάζωμεν, πολλὰ, ἃ λέγειν εἴχομεν εἰς τοῦτο, παρέντες, συντόμως ἐροῦμεν, ὡς εἴπερ κρατεῖ ὁ λόγος αὐτῶν οὗτος, ὥρα λοιπὸν μὴ μέγα οἴεσθαι τὸ τὴν θείαν γαληνότητα οἰκεῖν ἐν πιστοῖς, ἀλλ' ὡς ἔν γε δὴ μόνῳ τῷ δοκεῖν τοῦτο τὴν δόξαν ἔχειν.

Report a mistake in this passage