In epistulas catholicas brevis enarratio · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

21 Κατὰ τὴν παλαιὰν τοῦ νόμου διάταξιν ἄλλο ἦν τὸ βασιλικὸν καὶ ἄλλο ἦν τὸ ἱερατικὸν γένος· μετ' ἐκείνην τὴν διάταξιν διεδέξατο τὸ εὐαγγέλιον ἕνα καὶ τὸν αὐτὸν ἱερέα καὶ βασιλέα διδάσκον· Χριστὸς γὰρ ἀμφότερά ἐστι· τούτων οὕτως οἰκοδομηθέντων ἀναγκαῖον τοὺς σπαρέντας ὑπ' αὐτοῦ ἅμα βασιλέως καὶ ἱερέως ὑπάρχοντος ἐκλεκτὸν γένος εἶναι ἅμα βασίλειον καὶ ἱεράτευμα τυγχάνον· τοῦ γὰρ γεννήσαντος ἀμφοτέρας τὰς ἀρχὰς ἔχοντος ἀνάγκη καὶ αὐτοὺς ὡς ἐκ βασιλέως βασιλικὸν καὶ ὡς ἐξ ἱερέως ἱεράτευμα εἶναι· διὸ καὶ ἔθνος ἅγιον ὑπάρχουσι κληθέντες ἀπὸ τοῦ καλοῦντος ἁγίου ὄντος ἐπὶ τὸ “ἅγιοι ἔσεσθε”. Οἱ αὐτοὶ πρὸς τὸ ἅγιον ἔθνος ὑπάρχειν καὶ λαός εἰσιν εἰς περιποίησιν ἔξω πάσης ἀπωλείας γεγενημένοι· περιποίησις γὰρ τῶν προσλαμβανομένων, ἀλλ' οὐ τῶν ἐξοστρακιζομένων. Ἐπεὶ γὰρ οἱ ἀπὸ διαφόρων ἐθνῶν καὶ νομίμων 22 κληθέντες ἀποβεβλήκασι πᾶσαν ποικιλίαν ἐν τῷ ἀναλαβεῖν μίαν γνώμην μιᾷ πίστει καὶ διδασκαλίᾳ προσέχοντες, δι' ἣν ψυχὴ καὶ καρδία γίνεται μία, ἓν ἅγιον ἔθνος εἰσίν. (Cr 53, 16-32 Ma 199) 23 Οἱ διὰ θεοσέβειαν ἄξιοι τοῦ πείθεσθαι τυγχάνοντες εἰκότως ἀγαπητοὶ προσαγορεύονται τῶν διά τι ἀνθρώπινον ποθουμένων ἀγαπωμένων, ἀλλ' οὐκ ἀγαπητῶν ὄντων. Ἐπεὶ τοίνυν οὕτω διάκειμαι πρὸς ὑμᾶς, οἷς γράφω τὴν ἐπιστολήν, παρακαλῶ καὶ προτρέπομαι ἀπέχεσθαι τῶν ἐκ σαρκὸς φυομένων ἡδονῶν· στρατεύονται δὲ αὗται κατὰ τῆς ψυχῆς ἔχθραν πολλὴν πρὸς αὐτὴν ἔχουσαι, ἐπείπερ ἄλλη ἡ ψυχῆς καὶ ἄλλη ἡ σαρκὸς οὐσία. (Cr 54, 20-26) 24 Ἀνθρωπίνην κτίσιν τὰς ἀρχὰς λέγει τὰς χειροτονουμένας ὑπὸ τῶν βασιλέων· ταύταις οὖν δεῖ ὑποτάσσεσθαι διὰ τὸν κύριον· εἰ δὲ διὰ τὸν κύριον ὑποταττόμεθα τὸν εἰπόντα· 25 “ἀπόδοτε τὰ τοῦ Καίσαρος Καίσαρι”, ὅτε τι ἔξω τοῦ θελήματος τοῦ κυρίου προστάττουσιν, οὐχ ὑπακούσωμεν. (Cr 55, 1-5) 27 Οὐ τὸν παθητικὸν φόβον ἔχειν προστάττει πρὸς τοὺς δεσπότας τοῖς οἰκέταις–ἄλογος γὰρ οὗτος καὶ ἐν τοῖς ἀλόγοις ζώοις ὑφιστάμενος –, ἀλλὰ τὸν σὺν ἐπιστήμῃ καὶ ὀρθῷ λόγῳ γινόμενον· οὗ κύριον ὄνομα εὐλάβεια. Ὁ γὰρ διὰ Χριστὸν καὶ τὴν διδασκαλίαν αὐτοῦ φοβούμενος δεσπότην σὺν εὐλαβείᾳ αὐτῷ ὑποτάττεται τοῦ διὰ κακίαν καὶ ἄλλας βασάνους φοβουμένου δεσπότην τὸν παθητικὸν ἔχοντος φόβον· τούτῳ τῷ σημαινομένῳ κέχρηται καὶ μεθ' ἕτερα πρὸς τὰς γυναῖκας φήσας· “ἐποπτεύοντες”, τουτέστιν οἱ ἄνδρες, “τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν”· σύνηθες γὰρ τοῦτο πολλαχοῦ τῆς θείας γραφῆς. (Cr 56, 27-57, 5) 28 Προτρέπεται τὰς γυναῖκας μιμεῖσθαι τὰς ἁγίας καὶ μάλιστα τὴν Σάρραν πείθων αὐτὰς οὕτω τοῖς ἀνδράσιν ὑποτάσσεσθαι ὡς ἐκείνη τῷ Ἀβραάμ, ἧς καὶ τέκνα αὐτὰς γεγονέναι φησὶ διὰ τὸ ἀγαθοεργεῖν· ὥσπερ γὰρ ποιῶν τις τὰ ἔργα τοῦ Ἀβραὰμ καὶ ἔχων αὐτοῦ τὴν πίστιν τέκνον αὐτοῦ γίνεται, οὕτως αἱ ἀγαθὰ πράττουσαι πισταὶ 3 γυναῖκες μητέρα ἔχουσι τὴν Σάρραν. Πρὸς δὲ ἀλληγορίαν σκόπει, πῶς τις γίνεται τοῦ Ἀβραὰμ καὶ τῆς Σάρρας τέκνον· κατὰ τὸν ἀπόστολον 29 Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· εἶτα ἀγαγὼν αὐτὰς εἰς τὰς δύο διαθήκας μεθ' ἕτερά φησι κατὰ πνεῦμα γεγενῆσθαι ἐλευθέραν εἰπὼν τὴν ἄνω Ἱερουσαλήμ· συνᾴδει τοῦτο· “ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῖν καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς”· οὐ γὰρ δυνατὸν εἰς ἐκείνους ἀναφέρεσθαι ταῦτα· πῶς γὰρ ἔτι ὠδίνει τοὺς κατὰ τὸν καιρὸν τοῦ προφήτου ἡ πρὸ πολλῶν γενεῶν ὀφειλόμενον τῇ φύσει θάνατον ἀναδεξαμένη; ὅθεν ἐκληπτέον ταῦτα εἰς τὴν μητέρα τῶν κατὰ πνεῦμα γεννωμένων τὴν ἄνω Ἱερουσαλήμ· ἃς προετρέψατο γυναῖκας δι' ἀγαθοεργίας μητέρα ἔχειν τὴν Σάρραν. (Cr 59, 27-60, 11) “Κύριον δὲ τὸν θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν.” Ὥσπερ τὸ μεγαλύνειν τὸν θεὸν οὐκ ἐπίδοσιν μεγέθους προσάγειν 30 αὐτῷ δηλοῖ, ἀλλ' οὐδὲ τὸ δοξάζειν εὔκλειαν ἔξωθεν φέρειν παρίστησιν, οὕτως οὐδὲ τὸ ἁγιάζειν τὸν κύριον προστιθέναι αὐτῷ ἁγιότητα σημαίνει· ὅπερ καὶ ἐν τῇ καρδίᾳ τῇ ἡμετέρᾳ τοῦτο ποιεῖν προσταττόμεθα· εἰ γὰρ τῆς ἁγιότητος αὐτοῦ ἀκριβῆ διάληψιν σχοίημεν, οὐ καθάπαξ αὐτὸν ἁγιάζομεν, ἀλλ' ἐν τῇ καρδίᾳ ἡμῶν προστιθεμένης ἐκ τούτου τοῦ ποιεῖν τῇ νοήσει ἡμῶν τῆς περὶ θεοῦ ἁγιότητος· ὡσαύτως καὶ ὁ μεγαλύνων αὐτὸν τοῦ μεγέθους αὐτοῦ μετοχὴν εἰς ἑαυτὸν δέχεται· ὅθεν εἴρηται· “μεγαλύνει ἡ ψυχή μου τὸν κύριον”· καὶ· “μεγαλύνατε τὸν κύριον σὺν ἐμοί”· ὡσαύτως τὸ τῆς δόξης εἰδὼς εἰς αὐτὸν δοξάζει ἑαυτόν· ταῦτα δὲ οὐ δοκεῖ παράδοξα εἶναι τῷ ἀκριβῶς ἐπισταμένῳ, ὡς ὁ θεὸς οὐ δέχεται, ἀλλὰ

About this text

Didymus the Blind, In epistulas catholicas brevis enarratio (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s In epistulas catholicas brevis enarratio — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.