Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
δὲ τοῦ κυρίου τὸ δικαίωμα; ἡ ὑπακοή ἣν ὑπήκουσε τῷ πατρὶ κατὰ τὸ ἐνανθρωπῆσαι καὶ παθεῖν ὑπὲρ ἀνθρώπων, καθὼς ἐν ἑτέροις ὁ ἀπόστολός φησι· σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ὥστε ἡ ὑπακοὴ καθεῖλε τὴν παρακοὴν καὶ τῷ βελτίστῳ τὸ χείριστον κατηγωνίσατο. 85 Rom 5,–21 Εἰπὼν ἵνα πλεονάσῃ, ἔδειξεν ὅτι καὶ πρὸ νόμου ἦν παραπτώματα καὶ ᾔδεσαν πταίοντες ἄνθρωποι. οὐ μὴν πάντα ἃ ἔπταιον, ἐπεγίνωσκον ὡς πταίσματα, ἀλλ' ὁ νόμος δοθεὶς ἀπεγύμνωσε καὶ ἔδειξε πλείονα ὄντα ἢ ἃ ἐνόμιζον. ἀκριβῶς δὲ εἶπε τὸ παρεισῆλθεν· μεταξὺ γὰρ τῆς τοῦ Ἀδὰμ παρακοῆς καὶ τῆς τοῦ σωτῆρος ἐπιδημίας πάροδον εἰς τὸν βίον ἔλαβεν ὁ νόμος. οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. ποῦ οὖν ἐπλεόνασεν ἡ ἁμαρτία; ὅπου ὁ νόμος. εἰ δὲ παρὰ Ἰουδαίοις ὁ νόμος, ἐκεῖ καὶ ὑπερεπερίσσευσεν ἡ χάρις· ἐκεῖθεν γὰρ εὐαγγελισταὶ καὶ ἀπόστολοι καὶ τὸ τῆς σωτηρίας κεφάλαιον, ὁ Χριστός. Rom 6,1–4 Τί οὖν ἐροῦμεν; φησίν, ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; μὴ γένοιτο. ἀσφαλῶς ἐπήγαγε τὸ μὴ γένοιτο· οὐ γὰρ οἱ κακοτέχνως ἁμαρτάνοντες ἀφέσεως ἄξιοι, ἀλλ' οἱ διὰ ῥᾳθυμίαν καὶ ἀπροσεξίαν τὰς παρὰ τοῦ διαβόλου μεθοδείας δεχόμενοι, οὗτοι ἐλεεῖσθαι δίκαιοι παρὰ τοῦ θεοῦ. οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; ἐπειδὴ βαπτιζόμενοι ὁμολογοῦμεν ἀποτεθνηκέναι τῷ κόσμῳ καὶ ἀποτάττεσθαι τῇ ἁμαρτίᾳ καὶ τῷ διαβόλῳ. Rom 6,5 Ἀκριβῶς τὸ σύμφυτοι τέθεικεν· τῶν γὰρ συμπεφυτευμένων πρέμνων εἰς ταὐτὸ ἑνοῦται πολλάκις ἡ φύσις διὰ τῆς κολλήσεως. οὕτως οὖν καὶ οἱ γνησίως βαπτισθέντες εἰς τὸν θάνατον τοῦ Χριστοῦ ἑνοῦνται αὐτῷ διὰ τῆς πίστεως. Rom 6,9–11 Εἰ μὲν ἦν δυνατόν, φησί, τὸν Χριστὸν καὶ δὶς καὶ τρὶς ἀποθανεῖν ὑπὲρ τῶν ἁμαρτανόντων, ἴσως ἀκίνδυνον ἦν ἐπὶ τὴν παλαιὰν τῶν ἁμαρτημάτων πάλιν δρομῆσαι συνήθειαν, ὁμοίαν ἔχουσαν ἀεὶ καὶ τῆς φιλανθρωπίας ἐλπίδα. εἰ δὲ ἅπαξ ἀποθανὼν οὐκέτι ἀποθνήσκει, οὕτως καὶ ἡμεῖς συνταφέντες αὐτῷ καὶ συνεγερθέντες οὐκέτι ταῖς ἁμαρτίαις ἀποθνήσκομεν· οὐ γὰρ ἔστι δεύτερον βάπτισμα, οὐδὲ δεύτερος Χριστοῦ θάνατος. δι' ὃ ἀσφαλέστερον δεῖ βιοῦν. ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, τοῦτ' ἔστιν 86 ὑπὲρ τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων· ὃ δὲ ζῇ, τῷ θεῷ ζῇ, τοῦτ' ἔστιν εἰς ἀεὶ ζῇ, ἅτε δὴ θεὸς ὤν. οὕτως οὖν καὶ ὑμεῖς ταῖς ἁμαρτίαις νεκρώθητε, τῷ δὲ θεῷ ζήσατε, δι' ὃν ζῆτε. Rom 6,12–14 Μὴ παριστάνετε, φησί, τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀντὶ τοῦ μὴ ὑμεῖς καθ' ἑαυτῶν δίδοτε ὅπλα τῷ πονηρῷ καὶ ἰσχὺν ἁμαρτάνοντες. ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν. ποία ἁμαρτία οὐ κυριεύσει; ἡ πρὸ τοῦ βαπτίσματος, ἥνπερ ἀφίησιν ἡ χάρις τοῦ Χριστοῦ. τοῦτο δὲ ὁ νόμος ποιεῖν οὐκ ἠδύνατο. οὐκ ἐστὲ ὑπὸ νόμον τὸν μὴ δυνάμενον ῥύσασθαι, ἀλλὰ μᾶλλον τιμωρούμενον. Rom 6,19 Ἠδυνάμην, φησί, τελειότερόν τι καὶ μεῖζον εἰπεῖν καὶ εὐεργεσίας ὑπερβαλλούσης ἄξιον, λέγω δὲ ὑμῖν τοσοῦτον ὅσον χωρεῖτε ἀσθενεῖς ὄντες τῇ σαρκί. Rom 6,23 Ὀψωνοῦνται οἱ ἁμαρτάνοντες ὑπὸ τοῦ διαβόλου τοῦτον τὸν τρόπον· πιπράσκοντες σωφροσύνην καὶ ὠνούμενοι ἀκολασίαν, πωλοῦντες χρηστότητα καὶ ἀντιλαμβάνοντες ὠμότητα. οἱ οὖν τοιοῦτοι ἴδιον κτῆμα ὥσπερ τῆς ἁμαρτίας γενόμενοι, θανάτῳ ἑαυτοὺς ὑπάγουσιν· τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος. ἢ τάχα τοῦτο λέγει ὅτι τὰ παρὰ τοῦ ἐχθροῦ ὀψωνούμενα θανάτου παρεκτικά. Rom 7,1–3 Ἐκ τούτου κατασκευάζει, ὅτι ἰσχύοντος μὲν τοῦ νόμου πρὸ Χριστοῦ οὐκ ἦν ἐξὸν ἑτέρῳ συναφθῆναι, τοῦτ' ἔστι τῇ χάριτι, παυσαμένου δὲ τοῦ νόμου καὶ τρόπον τινὰ ἀποθανόντος ἔξεστι λοιπὸν συνάπτεσθαι τὴν ἐκκλησίαν τῷ 2 οὐρανίῳ νυμφίῳ. καὶ γὰρ τὸν νόμον καὶ τὸν Χριστὸν ἐν χώρᾳ ἀνδρὸς τίθησιν· τὸν μὲν τῆς ἐκκλησίας, ἐπειδὴ ὥσπερ ἀρχὴ γυναικὸς ὁ ἀνήρ, οὕτως ὁ Χριστὸς τῆς ἐκκλησίας, καὶ ὁ νόμος ποτὲ τῆς συναγωγῆς. ὁ νόμος, φησί, κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ. τίς ζῇ; ὁ νόμος. ὥσπερ δὲ περὶ ἀνδρὸς καὶ συνοίκου αὐτῷ διαλέγεται περὶ αὐτοῦ. Rom 7,5 Ὅτε γάρ, φησίν, ἦμεν ἐν τῇ σαρκί, ἀντὶ τοῦ ἐν τῷ νόμῳ· οἱ γὰρ ἐν νόμῳ ἐχαρίζοντο τῇ σαρκί. ἀκριβῶς δὲ εἶπε τὰ διὰ τοῦ 87 νόμου, οὐ τὰ ἀπὸ τοῦ νόμου· οὐ γὰρ τὸ ἁμαρτάνειν παρέσχεν ὁ νόμος, ὅς γε προσέταξε μὴ ἁμαρτάνειν. εἶπεν οὖν διὰ τοῦ νόμου, ἐπειδὴ συγχωρῶν τρυφᾶν ἐδίδου τοῖς πάθεσι πρόφασιν, ὥστε οὐχ ὃ ἤθελε κατεσκεύαζεν ὁ νόμος, ἀλλ' ὃ μὴ ἤθελεν. Rom 7,7 Ἀλλὰ τὴν ἁμαρτίαν, φησίν, οὐκ ἔγνων εἰ μὴ διὰ νόμου. οὐκ εἶπεν «ἀλλὰ τὴν ἁμαρτίαν οὐκ
About this text
Diodorus of Tarsus, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Diodorus of Tarsus’s Fragmenta in epistulam ad Romanos — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.